no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 16898.
Each record below describes this same artifact or text from a different angle.
[r]
Πατκοῦς ἡ καὶ Σαραποῦς Διονυσίου τοῦ Ἁρποκρατίωνος[…] …[…]…[…]
ρύγχων πόλεως μετὰ κυρίου οὗ ᾕρημαι κα…[…]…[…] …εοτιδη[…]…[…]
τοῦ τοῦ νομοῦ στρατηγοῦ ὑπὸ Ἀπολλωνίου ἐνάρχου ἐξηγητοῦ βουλευτοῦ τῆς αὐτῆς πόλεως κατὰ τὴν ὑποτεταγμένην αἴτησιν Διονυσίου[…]τιωνος μητρὸς Ἀρείας ἀπὸ τῆς αὐτῆς πόλεως Θέωνι τῷ καὶ Ἀμμωνίῳ[…]νος γυμνασιαρχήσαντι βουλευτῇ τῆς αὐτῆς πόλεως διὰ Ἡρακλείδου γραμματέως χαίρειν. ὁμολογῶ κατὰ προσφώνησιν Βειθαρίωνος τοῦ καὶ Δημητριανοῦ καὶ Πτολεμαίου
ἀσχολουμένων ὠνὴν τῆς ἐν τῇ Ὀξυρύγχων πόλει κολλυβιστικῆς
τραπέζης μεμισθωκέναι σοι εἰς ἔτη πέντε ἀπὸ τοῦ εἰσιόντος εἰκοστοῦ
ἔτους τὰς ὑπαρχούσας μου περὶ Σενεψαὺ ἀρούρας ἓξ ἀπὸ κοινωνικῶν
πρὸς τὸν ἀδελφόν μου Πρόκλον ἀρουρῶν δώδεκα ὥστε σπεῖραί τε καὶ
ξυλαμῆσαι οἷς ἐὰν αἱρῇ χωρὶς ἰσάτεως καὶ ὀχομενίου φόρου ἀποτάκτου κατʼ ἔτος ἀργυρίου δραχμῶν διακοσίων, τὰς δὲ ἐπὶ τὸ αὐτὸ τῆς ὅλης πενταετίας ἀργυρίου δραχμὰς χιλίας αὐτόθι ἀπεσχηκέναι με παρὰ σοῦ διὰ
τῶν αὐτῶν ἀσχολουμένων τὴν τράπεζαν ἐκ πλήρους τῶν τῆς γῆς κατʼ ἔτος δημοσίων ὄντων πρός σε τὸν Θέωνα τὸν καὶ Ἀμμώνιον. ἐὰν δέ τι[…]
ἄβροχος γένηται παραδεχθήσεταί σοι τοῖς ἑξῆς ἔτεσι νειλοβρόχῳ καὶ ἐπάναγκον βεβαιώσω σοι τὴν μισθοαποχὴν ἐπὶ τὸν πενταετῆ χρόνον
πάσῃ βεβαιώσει ἢ ἐκτείσω σοι ὃ ἔσχον ἀργύριον διπλοῦν τῆς πράξεώς σοι οὔσης
παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων, ἐξουσίας σοι οὔσης ἀπὸ
τοῦ νῦν ὁπόταν αἱρῇ διὰ σεαυτοῦ παραθέσθαι διὰ τοῦ τῶν ἐγκτήσεων βιβλιοφυλακίου τὸ δίκαιον τῆσδε τῆς μισθοαποχῆς ἥτις ἐστιν κυρία. ἔτους ιθ Αὐτοκράτορος
Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Βρεττανικοῦ
Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Παχὼν η· ἐστι δὲ τῆς αἰτήσεως τὸ ἀντίγραφον.
Ἀπολλωνίῳ ἱερεῖ ἐνάρχῳ ἐξηγητῇ βουλευτῇ τῆς Ὀξυρυγχειτῶν πόλεως
παρὰ Πατκοῦτος τῆς καὶ Σαραποῦτος Διονυσίου μητρὸς …υρε…φ…
ἀπʼ Ὀξυρύγχων πόλεως. βουλομένη μισθοαποχὴν θέσθαι Θέωνι τῷ
καὶ Ἀμμωνίῳ γυμνασιαρχήσαντι βουλευτῇ τῆς αὐτῆς πόλεως ὧν
ἔχω περὶ Σενεψαὺ τοῦ αὐτοῦ Ὀξυρυγχείτου νομοῦ ἀρουρῶν ἓξ οὐσῶν
ἀπὸ ἀρουρῶν δώδεκα κοινωνικῶν πρὸς τὸν ὁμογνήσιόν μου ἀδελφὸν Πρόκλον ἐπὶ πενταετῆ χρόνον ἀπὸ τοῦ εἰσιόντος εἰκοστοῦ
ἔτους […]…ον εἰς ὅλην τὴν πενταετίαν ἀργυρίου δραχμῶν χιλίων […]………[…]…
[v]
[…]μισθαποχὴ ἀρουρῶν ϛ διὰ τραπέζης ……[…]……θ…ις…[…]…[…]
[v,ms]
…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.