no image
DDbDP-text
Rechenschaftsbericht betreffend den Ἴδιος λόγος via HGV-meta
Linked by Trismegistos ID
TM 22444.
Each record below describes this same artifact or text from a different angle.
[r]
[…]Σερήνῳ τῷ καὶ Σαραπίωνι βασιλικῷγραμματεῖ
παρὰ[…]μητρὸς Εὐδαιμονίδος ἀπʼ Ὀξυρύγχων πόλεως γενομένου πράκτορος
ἀργυρικῶν ἀπηλιώτου τοπαρχίας ἀπὸ α ἔτους ἕως τρίτου ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου. πρὸς
τὰ ἐπισταλέντα ὑπὸ σοῦ παραθέσθαι τὰς ἀποχὰς τῶν καταχωρισθέντων ὑπʼ ἐμοῦ
λόγων[…]τῇ τοῦ ἰδίου λόγου ἐπιτροπῇ τῷ τότε ἐν ἰδίῳ λόγῳ τὸν νομὸν γράφοντι
ἀπὸ α ἔτους ἕως γ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου πρὸς τὰ ἐν διαλογισμῷ κριθέντα τῷ ια ἔτει ὑπὸ Κλαυδίου
Ἰούστου τοῦ κρατίστου πρὸς τῷ ἰδίῳ λόγῳ προσφωνῶ ὀμνὺς τὴν Αὐτοκράτορος Καίσαρος Τίτου
Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς τύχην τοὺς κατὰ χρόνους γενομένους πράκτορας ἀργυρικῶν ἀπηλιώτου τοπαρχίας κατακεχωρικέναι σὺν ἄλλοις τοὺς ἀνήκοντας λόγους τῷ τότε
ἐν ἰδίῳ λόγῳ τὸν νομὸν γράφοντι Ἑρμίνῳ καὶ ἐσχηκέναι αὐτοῦ ἀποχὰς τοῦ τε α ἔτους καὶ β ἔτους Ἀντωνίνου
Καίσαρος τοῦ κυρίου[…]καὶ τοῦ ἑξῆς γ ἔτους ἐν Ἀλεξανδρείᾳ ἐσχηκέναι αὐτοῦ ἀποχὴν διὰ Σαραπίωνος
[…]σὺν τοῖς ἄλλοις πράκτορσι ἑτέρων τοπαρχιῶν, ἅσπερ αὐθεντικὰς ἐποίσομεν[…]ὧν τὰ ἀντίγραφα ὑπετάξαμεν, ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους ιε Αὐτοκράτορος Καίσαρος
Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἁδριανοῦ κθ. ἔστι δὲ τῶν ἀποχῶν τὰ ἀντίγραφα·
τοῦ μὲν α ἔτους· Ἑρμεῖνος ὁ γράφων ἐν ἰδίῳ λόγῳ τὸν Ὀξυρυγχείτην Θέωνι καὶ ἑτέρῳ Θέωνι καὶ τοῖς
ἄλλοις πράκτορσι ἀργυρικῶν ἀπηλιώτουτοπαρχίας χαίρειν. κατεχωρίσατέ μοι λόγον εἰσπράξεως ἀπὸ Μεχεὶρ
ἕως[…]τοῦ α ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου. ἔτους β Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου
Σεβαστοῦ Εὐσεβοῦς … σεσημείωμαι. τῆς δὲ τοῦ β ἔτους · Ἑρμεῖνος ὁ γράφων ἐν ἰδίῳ λόγῳ τὸν Ὀξυρυγχείτην
Θέωνι καὶ τοῖς ἄλλοις πράκτορσι ἀργυρικῶν ἀπηλιώτου τοπαρχίας χαίρειν. κατεχωρίσατέ μοι τῇ κε τοῦ Θὼθ
μηνὸς τοῦ ἐνεστῶτος γ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου κατʼ ἄνδρα τῶν διαγεγραμμένων ὑμῖν
ὑπὲρ λημμάτων ἰδίου λόγου[…] ἔτους γ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου
[…] σεσημείωμαι. καὶ τῆς τοῦ γ ἔτους· Ἑρμεῖνος ὁ γράφων ἐν ἰδίῳ
λόγῳ τὸν Ὀξυρυγχείτην[…]…λῳ καὶ Θέωνι πράκτορσι ἀργυρικῶν ἀπηλιώτου τοπαρχίας καὶ Ἀπίωνι καὶ Ἡρακλήῳ τῷ
καὶ[…]νοις μετὰ τὴν τοῦ Παχὼν ἀρίθμησιν καὶ Διονυσίῳ
[…] καὶ Σαραπίωνι τῷ καὶ[…]απιανῷ καὶ Διονυσίῳ τῷ
[…]…[…]ω[…]πα[…] πράκτορσι ἀργυρικῶν λιβὸς
τοπαρχίας[…]…[…]…[…]ει…[…]…ωρῳ
[… ? lines lost …]
[v]
βιβλίου τύπον προσφωνήσεως […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.