no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9127.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ὀκτωκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ
Εὐσεβοῦς Φαμενὼθ κε ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου
νομοῦ. ὁμολογεῖ Στοτοῆτις Ὥρου τοῦ Πανεφρέμμεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου ἱερεὺς τετάρτης φυλῆς Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου ὡς ἐτῶν τεσσεράκοντα τριῶν οὐλὴ δακτύλῳ δευτέρῳ
χειρὸς δεξιᾶς, συνχωρεῖν μετὰ τὴν ἑαυτοῦ τελευτὴν τοῖς γεγονόσι αὑτῷ ἐκ τῆς συνούσης αὑτοῦ γυναικὸς
Θασῆτος τῆς Σαταβοῦτος τέκνοις Ὥρῳ καὶ Παβοῦτι τοῖς δυσὶ ἀφήλιξι, τῷ μὲν Ὥρῳ συνχωρεῖ ὁ ὁμολογῶν μετὰ τὴν ἑαυτοῦ τελευτὴν δίμοιρον μέρος, ὧν ἐὰν καταλείψῃ ὑπαρχόντων καὶ οἰκοπέδων παντοίων
καὶ ἐπιπλόων σκευῶν καὶ ἐνδομενίας πάσης, τῷ αὐτῷ Ὥρῳ συνχωρεῖ ὁ ὁμολογῶν μετὰ τὴν ἑαυτοῦ
τελευτὴν δίμοιρον μέρος, ὧν ἐδάνεισε ἡ προγεγραμμένη αὐτοῦ γυνὴ Θασῆς ἐν τοῖς τῆς συνβιώσεως
χρόνοις Ὥρῳ Σαταβοῦτος τῷ διεληλυθότι ἑπτακαιδεκάτῳ ἔτει Ἀντωνείνου Καίσαρος τοῦ κυρίου
μηνὶ Μεχεὶρ νεομηνίᾳ διὰ τοῦ αὐτοῦ γραφείου ἀργυρίου δραχμῶν δισχιλίων πεντακοσίων
ἐπὶ ὑπαλλαγῆς κλήρου ἀρουρῶν ὀκτὼ καὶ τῷ Παβοῦτι ὁ αὐτὸς ὁ ὁμολογῶν συνχωρεῖ μετὰ τὴν ἑαυτοῦ τελευτὴν τὸ λοιπὸν τρίτον μέρος ὧν ἐὰν καταλείψῃ ὑπαρχόντων καὶ οἰκοπέδων παντοίων
καὶ ἐπιπλόων σκευῶν καὶ ἐνδομενίας πάσης, ὁ αὐτὸς ὁ ὁμολογῶν συνχωρεῖ μετὰ τὴν ἑαυτοῦ
τελευτὴν τῇ προγεγραμμένῃ αὑτοῦ γυναικὶ Θασῆτι, ἐφʼ ὃν χρόνον ἄγαμός ἐστιν, κατὰ μῆνα ἕκαστον πυροῦ μέτρῳ δρόμου τετραχοινίκῳ ἀρτάβης ἥμισυ δέκατον καὶ ἐλαίου κοτύλας δύο καὶ κατʼ ἔτος εἰς λόγον ἱματισμοῦ ἀργυρίου δραχμὰς εἴκοσι· ὁ αὐτὸς ὁ ὁμολογῶν καθίσταται μετὰ τὴν
ἑαυτοῦ τελευτὴν τοῖς ἀφήλιξι αὑτοῦ τέκνοις Ὥρῳ καὶ Παβοῦτι ἐπίτροπον καὶ ἐπιτροπεύοντα αὐτῶν, μέχρι ἐὰν ἐν τῇ νόμῳ ἡλικίᾳ γένωνται, τὸν γνήσιον αὑτοῦ φίλον Παβοῦν Σαταβοῦτος τοῦ Ἁρπαγάθου ἀπὸ τῆς προγεγραμμένης κώμης ἱερέα τοῦ αὐτοῦ θεοῦ· χορηγήσει δὲ ὁ ἐπίτροπος τοῖς
ἀφήλιξι τέκνοις Ὥρῳ καὶ Παβοῦτι τὴν καθήκουσαν τροφὴν καὶ τὸ ἔλαιον καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα,
ὅσα καθήκει, τοῦ Παβοῦτος διδόντος τοῖς ἀφήλιξι, ὁπότε ἐὰν ἐν τῇ νόμῳ ἡλικίᾳ γένωνται, τὸν
περὶ πάντων λόγον τῆς περὶ ἁπάσης πίστεως ο6shj περὶ τὸν Παβοῦν· ἐφʼ ὃν δὲ χρόνον περιῇ
ὁ ὁμολογῶν, ἔχειν αὐτὸν τὴνκατὰ τῶν ἰδίων πάντων ὁλοσχερῆ ἐξουσίαν πωλεῖν, ὑποτίθεσθαι,
ἑτέροις παρασυνχωρεῖν, παρόντων δὲ ἐπὶ τῆς ἀρχῆς μαρτυρούντων καὶ συνσφραγισάντων
τούτῳ τῷ συνχωρήματι· Ὧρος Πανεφρέμμεως τοῦ Ὥρου ὡς ἐτῶν εἴκοσι ὀκτὼ οὐλὴ[…]ω[…]
ἐξ ἀριστερῶν καὶ Στοτοῆτις πρεσβύτερος Στοτοήτεως τοῦ Στοτοήτεως ὡς ἔτων[…]π…[…]
ἐξ ἀριστερῶν καὶ Τεσενοῦφις Τεσενούφεως τοῦ Τεσενούφεως ὡς ἐτῶν τριάκοντα […]…[…],
ἐξ ἀριστερῶν καὶ Στοτοῆτις πρεσβύτερος Στοτοήτεως τοῦ Στοτοήτεως ὡς ἐτῶν ἑβδομήκοντα […]ἐξ ἀριστερῶν καὶ Στοτοῆτις Τεσενούφεως τοῦ Τεσενούφεως ὡς ἐτῶν
ἑξήκοντα ἓξ οὐλὴ […] καὶ Ἡρακλείδης […]
συνοῦσιν ἀμφοτέραις. ὑπογραφεὺς τοῦ ὁμολογοῦντος· Ἁρπαγάθης Πακύσεως τοῦ Πανεφρέμμεως ὡς ἐτῶν λε οὐλὴ χειρὶ ἀριστερᾷ.
Στοτοῆτις Ὥρου ὁμολογῶ συνκεχωρηκέναι μετὰ τὴν ἐμὴν τελευτὴν
τοῖς τέκνοιςμου Ὥρῳ καὶ Παβοῦτι, τῷ μὲν Ὥρῳ δίμοιρον μέρος τῶν
προγεγραμμένων πάντων καὶ τῷ Παβοῦτι τὸ λοιπὸν τρίτον μέρος τῶν αὐτῶν
καὶ τῇ γυναικὶ ἐμοῦ Θασῆτι, ἐφʼ ὃν χρόνον ἄγαμός ἐστιν, κατὰ μῆνα
ἕκαστον πυροῦ ἀρτάβης ἥμισυ δέκατον καὶ ἐλαίου κοτύλας δύο καὶ κατʼ ἔτος
εἰς λόγον ἱματισμοῦ ἀργυρίου δραχμὰς εἴκοσι καὶ σφραγιῶ, καθὼς πρόκειται.
Ἁρπαγάθης Πακύσεως γέγραφα ὑπὲρ αὐτοῦ μὴ εἰδότος ἀγραμμάτου καταθεὶς τῇ …
Παβοῦς …[…]Ὧρος Πανεφρέμμεωςσυνμαρτυρῶ καὶ συνσφραγιῶ. Στοτοῆτις πρεσβύτερος Στοτοήτεως συνμαρτυρῶ καὶ συνσφραγιῶ. Τεσενοῦφις
Τεσενούφεως συνμαρτυρῶ καὶ συνσφραγιῶ· Στοτοῆτις πρεσβύτερος Στοτοήτιος
συνμαρτυρῶ καὶ συνσφραγιῶ· Στοτοῆτις Τεσενούφεως συνμαρτυρῶ καὶ συνσφραγιῶ· Ἡρακλίδης[…]ου συνμαρτυρῶ καὶ συνσφραγιῶ.
Στοτοῆτις Ὥρου συνεθέμην, καθὼς πρόκειται, καὶ ἐσφράγισα γλύμματι …[…]…[…]
[… 1 line lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.