no image
DDbDP-text
Darlehens- und Verkaufsurkunde über einen Hausteil als Sicherheit via HGV-meta
Linked by Trismegistos ID
TM 9410.
Each record below describes this same artifact or text from a different angle.
[1]
[…]ς ὁμολογῶ πεπρακέναι
σοι[…]ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα
χρόνον[…] κοινὴν καὶ ἀδιαιρετὸν καὶ τὸ ει[…]τῆς Ἡρακλίδου μερίδος, ὧν γείτονες
[…] νυνὶ δὲ τῶν τέκνων οἰκία
[…]…τ… Ἁρπαγάθου οἰκία καὶ
[…] καὶ ἀπηλιώτου ῥύμη βασιλικὴ[…]καὶ βεβαιώσω πάσῃ βεβαιώσει κ[…]ην
[…]βαπαις καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ[…]διὰ τὸ μὴ εἰδέναι αὐτὸν γραμματα.
[… 1 line lost …]
[… 1 line lost …]
[…]ερμις κοινὸν
[…]τῆς Ἡρακλείδου μερίδος
[…]Τανεφρίμμις Παπεῖτος[…] ἀνὴρ Ὀννῶφρις
[…]αρι…[…]α Πισάειτι
[…]τω αρα ὑπογραφεὺς Σαταβοῦς
[…] οὐλὴ μετώπῳ μέσῳ.
[2]
ἔτους δευτέρου Αὐτοκράτορος
Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου τριακάδι ἐν τῇ Σοκνοπαίου
Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐδάνεισεν Πισᾶεις
Στοτοήτιος ὡς ἐτῶν ἑξήκοντα οὐλὴ μήλῳ ἀριστερῷ Τανεφρόμμι Παπεῖτος Περσίνῃ ὡς ἐτῶν τεσσαράκοντα πέντε οὐλὴ καρπῷ πήχεως
δεξιοῦ μετὰ κυρίου καὶ ἐγγύου τοῦ
ἑαυτῆς ἀνδρὸς Ὀννώφριος τοῦ Πανεφρέμμιος καὶ αὐτοῦ Πέρσου ὡς ἐτῶν
τεσσαράκοντα πέντε οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ ἀλλήλων ἐγγύων
εἰς ἔκτισιν ἀργυρίου κεφαλαίου δραχμὰς
ἑκατόν , ἃς καὶ εἰλήφασι …[…]…… παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ἑκατόν , τόκου ὡς ἐκ
δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα
ἕκαστον. τὸ δὲ δάνειον τοῦτο τῶν τοῦ
ἀργυρίου κεφαλαίου δραχμῶν ἑκατὸν
καὶ τοὺς τόκους ἀποδότωσαν ἐν μηνὶ Ἐπεὶφ τοῦ εἰσιόντος ἔτους· ἐὰν δὲ μὴ
ἀποδῷ καθʼ ἃ γέγραπται, ἀποτισάτω
τὸ μὲν δάνειον ἡμιόλιον καὶ τοὺς τόκους
ἁπλοῦς, τῆς πράξεως οὔσης τῷ
Πισάειτος ἔκ τε τῶν δεδανεισμένων. ὑπογραφεῖς· Σαταβοῦς Τεσσενούφιος ὡς ἐτῶν ξ οὐλὴ … ἀριστερ[…]
καὶ τοῦ ἄλλου υἱὸς …… ὡς ἐτῶν κϛ οὐλὴ β μές
Τανεφρόμμις Παπαῖτος μετὰ
κυρίου τοῦ ἀνδρός μου Ὀννῶφρις τοῦ Πανεφρόμμις καὶ αὐτοῦ Πέρσου ἀλλήλων ἐγγύοι εἰς ἔκτισιν ὁμολογοῦμεν ἔχειν
παρὰ Πισάιτος τοῦ Στοτοῆτις
τὰς τοῦ δανείου ἀργυρίου δραχμὰς ἑκατὸν τόκου δραχμῆς μιᾶς τῇ μνᾷ[…]τη μῆνα ἕκαστον, ἃς καὶ ἀποδώσομεν ἐν μηνὶ Ἐπεὶφ τοῦ εἰσιόντος ἔτους
καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Σαταβοῦς Τεσενοῦφις
διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα
[… 3 lines lost …]
ἐντέτακται ἐν τῇ Σοκνοπαίου
Νήσῳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.