Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.mich.5.276 28. Aug. 47Arsinoites

Sale of Part of a House via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 12114. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Δίδυμος καὶ Ἡρώιδης καὶ Ἡρακλείδης καὶ Μάρων καὶ Ἡρακλᾶς ὃς καὶ Λούρις οἱ πέντε Ἡρακλείδου ὁμολογοῦμεν πεπρακέναι Ταμάρωνι Ἡρακλείδου ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον τῶι τετελευτηκότι ἡμῶν ἀτέκνωι καὶ ἀδιαθέτωι ὁμοπατρίωι καὶ ὁμομητρίωι ἀδελφῶι Λυσιμάχωι ἕβδομον μέρος ἡμίσους μέρους οἰκίας καὶ αὐλῆς καὶ τῶν συνκυρόντων πάντων κοινῶν καὶ ἀδιαιρέτων πρός τε ἡμᾶς καὶ τὸν τοῦ τετελευτηκότος ἡμῶν πατρὸς Ἡρακλείδου ἀδελφὸν Δίδυμον ἐν τῇ μητροπόλει Εὐεργέτιδι τοῦ Ἀρσινοείτου πλησίον Ταμείων καινῆς λεγομένης· ὧν γείτονες τῆς ὅλης οἰκίας καὶ αὐλῆς νότου Διδύμου τοῦ Μάρωνος οἰκία καὶ αὐλὴ παλαιὰ λεγομένη, βορρᾶ ῥύμη βασιλική, λιβὸς Ἀσκλᾶτος οἰκία, ἀπηλιώτου Κάστορος τοῦ Λυσιμάχου καὶ τῶν ἀδελφῶν οἰκία. καὶ ἀπέχομεν παρὰ τῆς Ταμάρωνος τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσομεν ἐξ ἀλληλεγγύης πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων καὶ ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. ἔτι δὲ παρεξόμεθα ἑαυτοὺς ἀναφέροντάς σοι τῇ Ταμάρωνι πρᾶσιν τοῦ προκειμένου ἑβδόμου μέρους τῆς προκειμένης οἰκίας καὶ αὐλῆς τοῦ προγεγραμμένου Λυσιμάχου διὰ τοῦ ἐν τῇ μητροπόλει μνημονείου ἑξαμαρτύρου ὁπότε ἐὰν ἡμῖν συντάσσῃ, ἁπλῶς μηδὲν λαμβάνοντος διὰ τὸ προαπεσχηκέναι ἡμᾶς παρὰ σοῦ καθὼς πρόκειται τὴν τιμήν. ἐὰν δὲ μὴ ποιῶμεν ἢ παραβῶμεν τι τούτων, ἐκτίνομέν σοι ἣν ἀπεσχήκαμεν παρὰ σοῦ τιμήν, μεθʼ ἡμιολίας καὶ τόκου, καὶ ἐπίτιμον δραχμὰς χιλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μηδὲν ἧσσον κατὰ μηδὲν δὲ τῆς Ταμάρωνος ἐλαττουμένης ὑπὲρ τῆς ἐξακολουθούσης ἡμῖν βεβαιώσεως ὧν προπεπράκαμεν αὐτῇ ἀκολούθως αἷς πεποιήμεθα αὐτῇ οἰκονομίαις. ἡ χεὶρ ἥδε κυρία ἔστω πανταχῆι ἐπιφερομένηι καὶ παντὶ τῶι ἐπιφέροντι. ἔτους ἑβδόμου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Καισαρείου ἐπαγομένων πέμπτῃ. Ἡρώδης Ἡρακλείδου ὁμολογῶ συνπεπρακέναι τὸ προκίμενον ἕβδομον μέρος τῆς προκιμένης οἰκίας καὶ αὐλῆς ἐν τῇ μητροπόλει καὶ συναπέχω τὴν τιμὴν καὶ συμβεβαιώσω πάσῃ βεβαιώσει. ἔτι δὲ παρέξομαι ἐμαυτὸν ὁπότε ἐὰν συντάσσῃ, συμπωλῶν τὸ αὐτὸ διὰ τοῦ ἐν τῇ μητροπόλει μνημονείου ἑξαμαρτύρου ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας. ἐὰν δὲ μὴ ποιῶ, συνεκτίσω τὸ προκίμενον ἐπίτιμον, κατὰ μηθὲν δὲ τῆς Ταμάρωνος ἐλαττουμένης ὑπὲρ τῆς ἐξακολουθούσης ἐμοί τε καὶ τοῖς προγεγραμμένοις ἑτέρας βεβαιώσεως ὧν προπεπράκαμεν. ἡ χεὶρ ἥδε κυρία ἔστω πανταχῆι ἐπιφερομένηι καὶ παντὶ τῶι ἐπιφέροντι. ἔτους ζ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Καισαρείου ἐπαγομένων ε. Ἡρακλείδης Ἡρακλείδου ὁμολογῶ συνπεπρακέναι τὸ προκίμενον ἕβδομον μέρος τοῦ ἡμίσους μέρους τῆς προκιμένης οἰκίας καὶ αὐλῆς ἐν τῆι μητροπόλει καὶ συναπέχω τὴν τιμὴν καὶ συμβεβαιώσω πάσῃ βεβαιώσει. ἔτι δὲ παρέξομαι ἐμαυτόν, ὁπότε ἐὰν συντάσσηι μοι, ἀναφέροντά σοι σὺν τοῖς προγεγραμμένοις πρᾶσιν τούτου διʼ ὧν ἐὰν βούλῃ ἀρχείων ἐπὶ τῆς μητροπόλεως, ἁπλῶς μηθὲν λαμβάνοντος, καὶ τὴν γυναῖκά μου Ἀρσινόην Διδύμου εὐδοκοῦσαν, ὁμοίως ἁπλῶς μηθὲν λαμβάνουσαν. ἐὰν δὲ μὴ ποιῶ, ἐκτείσω τὸ προκίμενον ἐπίτιμον. ἡ χεὶρ ἥδε κυρία ἔστω πανταχῆι ἐπιφερομένηι καὶ παντὶ τῶι ἐπιφέροντι, κατὰ μηδὲν δὲ τῆς Ταμάρωνος ἐλαττουμένης ὑπὲρ τῆς ἐξακολουθούσης μοι βεβαιώσεως ὧν προπεπράκαμεν αὐτῆι ἀκολούθως αἷς πεποιήμεθα αὐτῆι οἰκονομίας. ἔτους ἑβδόμου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Καισαρείου ἐπαγομένων ε. Μάρων Ἡρακλείδου ὁμολογῶ συνπεπρακέναι τὸ προκείμενον ἕβδομον μέρος τοῦ ἡμίσους μέρους τῆς προκειμένης οἰκίας καὶ αὐλῆς ἐν τῇ μητροπόλει καὶ συναπέχω τὴν τιμὴν καὶ συμβεβαιώσω πάσῃ βεβαιώσει . ἔτι καὶ παρέξομαι ἐμαυτὸν ὁπότε ἐάν μοι συντάσσῃ ἀναφέροντά σοι σὺν τοῖς προγεγραμμένοις πρᾶσιν τούτου διʼ ὧν ἐὰν βούλῃ ἀρχείων ἐπὶ τῆς μητροπόλεως, ἁπλῶς μηθὲν λαμβάνοντος, καὶ τὴν γυναῖκά μου Ἀρσινόην Διδύμου εὐδοκοῦσαν ὁμοίως ἁπλῶς μηθὲν λαμβάνουσαν. ἐὰν δὲ μὴ ποιῶ ἐκτείσω τὸ προκείμενον ἐπίτιμον. ἡ χεὶρ ἥδε κυρία ἔστω πανταχῆ ἐπιφερομένη καὶ παντὶ τῶι ἐπιφέροντι, κατὰ μηθὲν δὲ τῆς Ταμάρωινος ἐλαττουμένης ὑπὲρ τῆς ἐξακολουθούσης μοι βεβαιώσεως ὧν δὲ προπεπράκαμεν αὐτῇ ἀκολούθως αἷς πεποιήμεθα αὐτῇ οἰκονομίας. ἔτους ἑβδόμου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Κεσαρήου ἐπαγομένων ε. Ἡρακλείδης ὃς καὶ Λούρις Ἡρακλείδου ὁμολογῶ συμπεπρακέναι τὸ προκείμενον ἕβδομον μέρος τοῦ ἡμίσους μέρους τῆς προκειμένηςοἰκίας καὶ αὐλῆς ἐν τῇ μητροπόλει καὶ συναπέχω τὴν τιμὴν καὶ συνβεβαιώσω πάσῃ βεβαιώσει. ἔτι δὲ καὶ παρέξομαι ἐμαυτὸν ὁπότε ἐάν μοι συντάσσῃ ἀναφέροντά σοι σὺν τοῖς προγεγραμμένοις πρᾶσιν τούτου, διʼ ὧν ἐὰν βούλῃ ἀρχείων ἐπὶ τῆς μητροπόλεως, ἁπλῶς μηθὲν λαμβάνοντος καθὼς πρόκειται.

Connections

Found at Arsinoite nome

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.