no image
DDbDP-text
Sale of a House via HGV-meta
Linked by Trismegistos ID
TM 12115.
Each record below describes this same artifact or text from a different angle.
[msup,1]
Κρονίων Λαβήσεως μητρὸςΤαπνεβτύνεως ὡς ἐτῶν κζ οὐλὴ ῥινὶ ὑπὸ μεσοφρύῳ Ἀπολλωνίῳ ἐτῶν μδ οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς καὶ ἀντικνημίῳ ἀριστερῷ οἰκίαν μονόστεγον ἐν Τεβτύνει, νότου τοῦ ἀδελφοῦ Λαβήσεως οἰκία, καὶ ἐπί τι μέρος τοῦ ἀποδομένου αὐλύδριον,
βορρᾶ τοῦ πριαμένου Ἀπολλωνίου οἰκία καὶ αὐλύδριον, λιβὸς Ὀρσενούφιος τοῦ Χαλλήους οἰκία καὶ ἐπί τι μέρος τοῦ πριαμένου Ἀπολλωνίου αὐλύδριον καὶ ὁμοίως ἐπί τι μέρος τοῦ αὐτοῦ ἀποδομένου Κρονίωνος αὐλύδριον, ἀπηλιώτου ῥύμη βασιλική.
[msup,2]
η ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ
Γερμανικοῦ Αὐτοκράτορος
Μεχὶρ η.
[ctr]
ἄχρηστα ἐγένετο χάριν τῆς γυ.
Κρονίων Λαβήσεως μητρὸς Ταπνευτύνιος ὁμολογῶ πεπρακέναι τῶι ὁμοπατρίωι μου καὶ ὁμομητρίωι μου ἀδελφῶι Ἀπολλωνίωι κατὰ τήνδε τὴν πρᾶσιν ταύτην ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα
χρόνον τὴν ὑπάρχουσάν μοι οἰκίαν μονόστεγον καὶ τὰ συνκύροντα πάντα ἐν Τεβτύνει· ὧν γείτονες ταύτης νότου τοῦ ἀδελφοῦ μου Λαβήσεως οἰκία καὶ ἐπί τι μέρος ἐμοῦ τοῦ ἀποδομένου Κρονίωνος
μέρος αὐλυδρίου, βορρᾶ τοῦ πριαμένου Ἀπολλωνίου οἰκία καὶ αὐλύδριον, λιβὸς Ὀρσενούφιος τοῦ Χαλήους οἰκία καὶ ἐπί τι μέρος τοῦ πριαμένου Ἀπολλωνίου αὐλύδριον καὶ ὁμοίως ἐπί τι μέρος ἐμοῦ τοῦ ἀποδομένου Κρονίωνος αὐλύδριον, ἀπηλιώτου ῥύμη βασιλική. καὶ ἀπέχω παρὰ τοῦ Ἀπολλωνίου τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τοῦ ὀγδόου ἔτους καὶ αὐτοῦ τοῦ ὀγδόου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. εὐδοκεῖ δὲ ἡ γυνή μου Ταμαρρῆς Ὀρσεῦτος μητρὸς Τααρμιύσιος τῆι πράσει ταύτῃ καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδʼ ἐγκαλέσειν μηδὲ ἄλλον ὑπὲρ αὐτῆς καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Λυσίμαχος Λυσιμάχου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Ἀπολλώνιος Λαβήσεως μητρὸς Ταπνεβτύνεως γέγονε εἴς με
ἡ πρᾶσις τῆς οἰκίας καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἥρων ὃς καὶ Σάγατος Ἁρυώτου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.