no image
DDbDP-text
Ἁρυώτης Ἁρυώτου πρεσβυτέρου μητρὸς Ταπνευτύνεως συνπέπρακα τὰ προκίμενα καὶ ἐπιβάλλοντά μοι μέρη τῆς προκιμένης οἰκίας καὶ αἰθρίου καὶ προπυλῶνος καὶ ἐπάνω οἴκου καὶ συναπέχω τὴν τιμὴν καὶ συμβεβαιώσω καὶ
ἐπιτέταχα γράφειν καθὼς πρόκειται. καὶ εὐδοκεῖ ἡ γυνή μου Ταποντῶς
Μιεῦτος τῇ πράσει ταύτῃ καὶ μὴ ἐπελεύσεσθαι μηδὲ ἐγκαλέσειν καθὼς πρόκιται. Ἁρυώτης γέγραφα καὶ ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίας γράμματα.
Ἡρώδης ὃς καὶ Ὀρσεῦς Ἁρυώτου μητρὸς Ταπνεβτύνεως συνπέπρακα τὰ προκίμενά μοι μέρη ἐκ τῶν οἰκοπέδων καὶ συναπέχω
καὶ συνβεβαιώσω καὶ ἐπιτέταχα γράφειν καθὼς πρόκιται. Ἁρυώτης Ἁρυώτου ἐπικαλουμένου Σακβέλιος συνπέπρακα καὶ συναπέχω καὶ συνβεβαιώσω καθὼς πρόκιται. Εὔτυχος Ἁρηώτου μητρὸς Ταπνεβτύνεως συνπέπρακα τὰ προκίμενά μοι μέρη ἐκ τῶν προκιμένων οἰκοπέδων καὶ συναπέχω τὴν τιμὴν καὶ συνβεβαιώσω
καθὼς πρόκιται καὶ ἐπιτέταχα γράφειν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.