no image
DDbDP-text
Sale of Vacant Lots via APIS-papyrus
Linked by Trismegistos ID
TM 25197.
Each record below describes this same artifact or text from a different angle.
μηνὸς Γερμανικίου β
Εὔτυχος πρεσβύτερος καὶ Εὔτυχος τρίτος καὶ Σισιχαλῆς καὶ Σισόις οἰκοδόμος οἱ τέσσαρες Εὐτύχου μητρὸς Θερμέθιος ὁμολογοῦμεν πεπρακέναι Χράτηι Ἀκουσιλάου μητρὸς Ταῶτος κατὰ τήνδε τὴν
πρᾶσιν ταύτην ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ
τῶν ὑπαρχόντων ἡμῖν πατρικῶν ψιλῶν τόπων περιτετειχισμένων ἀπὸ μέρους ἐκ τοῦ πρὸς ἀπηλιώτου
μέρους, αὐτόθεν οὖν ὁμολογοῦμεν πεπρακέναι τῶι Χράτηι βίκους ἐκ τοῦ πρὸς ἀπηλιώτου μέρους τῶν ἡμῶν τῶν ἀποδομένων τόπων διατείνοντας νότου ἐπὶ βορρᾶ
καὶ τὰ συνκύροντα πάντα ἐν Τεβτύνει, ὧν μέτρα τούτων τῶν νότου ἐπὶ βορρᾶ διʼ ὅλων, πήχεις λιβὸς ἐπʼ ἀπηλιώτην, ἐκ μὲν τοῦ πρὸς βορρᾶ μέρους
λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις τριάκοντα , νότου ἐπὶ βορρᾶ πήχεις ἑπτὰ ἐκ τοῦ πρὸς λίβα μέρους, ἐκ μὲν τοῦ πρὸς ἀπηλιώτου μέρους νότου ἐπὶ βορρᾶ τρεῖς ἥμισυ ἀπὸ πηχῶν δέκα ὀκτὼ ἥμισυ
ἐκ τούτων τῶν σημαινομένων πηχῶν νότου ἐπὶ βορρᾶ, λιβὸς ἐπʼ ἀπηλιώτην ἐκ τοῦ πρὸς νότου μέρους πήχεις τριάκοντα ὀκτώ · ὧν γείτονες τούτων νότου , βορρᾶ τοῦ πριαμένου
Χράτου οἰκία καὶ τόποι καὶ ἐπί τι μέρος Ἁτρῆτος τοῦ Μιεῦτος αὐλή, νυνὶ δὲ τοῦ ἀδελφοῦ Πάνθηρος, καὶ ὁμοίως ἐπί τι μέρος υἱῶν Πάνθηρος τόποι καὶ ὁμοίως ἐπί τι μέρος ἐκ τοῦ πρὸς βορρᾶ μέρους
τούτων Μιεῦτος τοῦ Ἁρμιύσιος ψιλοὶ τόποι, νυνὶ δὲ ἑτέρων, λιβὸς Ἡρακλήου τοῦ τοῦ Χράτου ἀδελφοῦ ψιλοὶ τόποι νότου ἐπὶ βορρᾶ πήχεις τέσσαρες ἀπὸ τοῦ ἐνόντος τοῦ Ἡρακλήους τείχους τῆς αὐλῆς διείργοντος λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις δέκα δύο καὶ ὁμοίως ἐπί τι μέρος ἐκ τοῦ πρὸς λίβα μέρους τούτων Σισόιτος οἰκοδόμου καὶ Σισιχαλῆτος τόποι διὰ μέσον ὄντες εἴσοδος καὶ ἔξοδος λιβὸς ἐπʼ ἀπηλιώτην πλάτους πηχῶν τριῶν διείργουσα νότου ἐπὶ βορρᾶ διʼ ὅλων τῶν τόπων τούτων διʼ ἧς εἰσοδεύσουσι καὶ ἐξοδεύσουσι ὅδε ὁ Ἡρακλῆς καὶ Χράτης καὶ Εὔτυχος τρίτος καὶ Σισιχαλῆς καὶ
Σισόις οἰκοδόμος καὶ οἱ παρʼ αὐτῶν καὶ οἱ μεταλημψόμενοι διὰ τῶν τῆς αὐτῆς εἰσόδου καὶ ἐξόδου τριῶν πηχῶν, ἀπηλιώτου υἱῶν Πάνθηρος τόποι καὶ ἐπί τι μέρος Μιεῦτος τοῦ Ἁρμιύσιος
τόποι, νυνὶ δὲ ἑτέρων, καὶ ὁμοίως ἐπί τι μέρος ῥύμη βασιλικὴ καὶ ὁμοίως ἐπί τι μέρος ἡμῶν τῶν ἀποδομένων ἕτεροι ψιλοὶ τόποι . καὶ ἀπέχομεν παρὰ τοῦ Χράτου
τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσομεν ἐξ ἀλληλεγγύης τὴν πρᾶσιν πάσηι βεβαιώσει ἀπὸ μὲν δημοσίων τῶν ἐκ τῶν ἐπάνω
χρόνων μέχρι τοῦ ἐνεστῶτος ἔτους καὶ αὐτοῦ τοῦ ἐνεστῶτος ἔτους, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον, ἐφʼ ὧι δὲ ἀνοίξει ἑαυτῶι ὁ Ἡρακλῆς θύραν ἐκ
τῶν τεσσάρων πηχῶν ἄχρι αὐτῶν ἐκ τοῦ πρὸς ἀπηλιώτου μέρους τούτων εἰς τοὺς σημαινομένους τῆς εἰσόδου καὶ ἐξόδου πήχεις τρεῖς τῆς κοινωνικῆς. εὐδοκοῦσι δὲ αἱ γυναῖκες ἡμῶν, ἐμοῦ μὲν τοῦ Εὐτύχου πρεσβυτέρου Τεσενοῦφις Ἁρμιύσιος μητρὸς Θερμέθιος καὶ τοῦ Εὐτύχου τρίτου Ταμάρων Ἁρυώτου μητρὸς Θασῶτος καὶ τοῦ Σισιχαλῆτος Ἡρακλοῦς Αὐνήους μητρὸς
Τασουχείου καὶ τοῦ Σισόιτος οἰκοδόμου Θερμέθις Σιγήρεως μητρὸς Ταορσεῦτος τῇ πράσει ταύτηι καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδʼ ἐγκαλέσειν μηδὲ ἄλλον ὑπὲρ αὐτῶν
καθὼς πρόκειται, μενούσης δὲ τῶι Χράτηι καὶ Ἡρακλήει ἧς ἔχουσιν ἡμῶν καὶ τοῦ ἑτέρου ἡμῶν ἀδελφοῦ Εὐτύχου δευτέρου ὃς τετελεύτηκεν ἑτέρας βεβαιώσεως ὧν προπεπράκαμεν αὐτοῖς
ἔτι πάλαι ἑτέρων τόπων καὶ οἰκίας κυρίας καθὼς πρόκειται. Εὔτυχος γέγραφα καὶ ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίης γράμματα. Σισικαλῆς καὶ Σισόεις οἰκοδόμος οἱ δύο Εὐτύχου μητρὸς Θερμούθεως ὁμολογοῦμεν συνπεπρακέναι τοὺς προκειμένους τόπους καὶ συναπέχομεν τὴν τιμὴν καὶ συνβεβαιώσομεν πάσῃ βεβαιώσει, καὶ εὐδοκοῦσι αἱ γυναῖκες ἡμῶν, ἐμοῦ μὲν τοῦ Σισικαλῆτος Ἡρακλοῦς Αὐνήους μητρὸς Τασουχίου καὶ τοῦ Σισόειτος οἰκοδόμου Θερμοῦθις Σιουήρεως μητρὸς Ταορσεῦτος τῇ πράσει ταύτῃ καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδʼ ἐγκαλέσειν μηδʼ ἄλλον ὑπὲρ αὐτῶν, μενούσης δὲ τῶι Χράτῃ καὶ Ἡρακλήωι ἧς ἔχουσιν ἡμῶν καὶ τοῦ ἑτέρου ἡμῶν ἀδελφοῦ Εὐτύχου δευτέρου ὃς τετελεύτηκεν ἑτέρας βεβαιώσεως ὧν προπεπράκαμεν αὐτοῖς ἔτι πάλαι ἑτέρων τόπων καὶ οἰκίας κυρίας καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Μενέμαχος Ἀλεξάνδρου διὰ τὸ τὸν μὲν Σισικαλῆν βραδέα γράφειν, τοὺς δὲ ἄλλους μὴ εἰδέναι γράμματα. Σισιχαλῆς Εὐτύχου μητρὸς Θερμούθιος πέπρακα καὶ συναπέχω τὴν τιμὴν καὶ συνβεβαιώσω καὶ ἐπιτέταχα γράφειν καθὼς πρόκειται.
Εὔτυχος τρίτος Εὐτύχου μητρὸς Θερμούθιος συνπέπρακα τοὺς προκειμένους ψιλοὺς τόπους καὶ τὰ συνκύροντα πάντα ἐν Τεβτύνει καὶ συναπέχω τὴν τιμὴν καὶ συμβεβαιώσω πάσῃ βεβαιώσει, καὶ εὐδοκεῖ ἡ γυνή μου Ταμάρων Ἁρυώτου μητρὸς Θασῶτος τῇ πράσει ταύτῃ καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδʼ ἐγκαλέσειν μηδὲ ἄλλον ὑπὲρ αὐτῆς, μενούσης
δὲ τῷ Χράτῃ καὶ Ἡρακλεῖ ἧς ἔχουσι ἡμῶν καὶ τοῦ ἑτέρου ἡμῶν ἀδελφοῦ Εὐτύχου δευτέρου ὃς τετελεύτηκεν ἑτέρας βεβαιώσεως ὧν προπεπράκαμεν αὐτοῖς ἔτι πάλαι ἑτέρων τόπων καὶ οἰκίας κυρίας καθὼς πρόκειται. Εὔτυχος γέγραφα καὶ ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίης γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.