no image
DDbDP-text
[ctr]
Μιηοῦς καὶ Ἡρακλῆς ἀμφότεροι Ἁρμιοίσιος μητρὸς Τααρπαήσιος καὶ ἡ τοῦ Μιηοῦτος γυνὴ Ταπνεβτῦνις Ψονσνεῦτος μητρὸς Τααρμιοίσιος
ὁμολογοῦμεν ὁ μὲν Μιηοῦς καὶ Ἡρακλῆς πεπρακέναι κατὰ Αἰγυπτίας συνγραφὰς Ψονσνεῦτι Ὀρσεῦτος μητρὸς Ταπεσούρεως τὸ ὑπάρχον
ἡμῖν πατρικὸν μέρος ψιλοῦ τόπου ἀπὸ μέρους περιτετειχισμένου καὶ τῶν συνκυρόντων πάντων κοινῶν καὶ ἀδιαιρέτων ἐν Τεβτύνει τῆς Πολέμονος μερίδος, ὧν μέτρα τοῦ ὅλου ψιλοῦ τόπου νότου ἐπὶ βορρᾶ πήχεις ὀκτώ , λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις πέντε ἐπʼ ἀμφοτέρων δὲ τῶν πηχισμῶν ἢ ὅσοι ἐὰν ὦσι· ὧν γείτονες νότου εὐρυχωρία ἱεροῦ Ἡρακλήους θεοῦ καλλινίκου, βορρᾶ Μιηοῦτος τοῦ Κούθιος οἰκία, λιβὸς τοῦ πριαμένου Ψονσνεῦτος οἰκία, ἀπηλιώτου Πάνθηρος οἰκία καὶ ἐπί τι μέρος κοινὴ εἴσοδος καὶ ἔξοδος. καὶ ἀπέχομεν
παρὰ τοῦ πριαμένου παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου τὴν συγκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους καὶ βεβαιώσομεν πάσῃ βεβαιώσει
ἐπὶ τὸν ἅπαντα χρόνον. Ταπνεβτῦνις δὲ ἡ προγεγραμμένη τοῦ Μιηοῦτος γυνὴ εὐδοκῶ τῇ προκιμένῃ πράσει καὶ μὴ ἐπελεύσεσθαι μηδὲ ἄλλον ὑπὲρ ἐμοῦ ἐπὶ τὸν ἅπαντα χρόνον μηδʼ ἐγκαλέσειν καὶ τὰ ἄλλα ποιήσομεν καὶ συγχωροῦμεν καθότι πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Μαρεψῆμις Μαρεψήμιος διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα.
[minf]
Μιεῦς ὡς ἐτῶν μη οὐλὴ προσώπῳ ἐκ δεξιῶν. Ἡρακλῆς ὡς ἐτῶν λ οὐλὴ μήλῳ ἀριστερῷ. Ταπνεβτῦνις ὡς ἐτῶν με οὐλὴ προσώπῳ ἐξ ἀριστερῶν ὑπὸ τρίχα.
Ψοσνεῦς ὡς ἐτῶν ν οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.