no image
DDbDP-text
Dowry via HGV-meta
Linked by Trismegistos ID
TM 10739.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρίου νουμηνίᾳ
ἐν Τεπτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Διδυμάριον Ἡρακλείδου
ὡς ἐτῶν μη ἄσημος μετὰ κυρίου τοῦ πρὸς μητρὸς ἀνεψιοῦ Κρονίου τοῦ Λυσανίου ὡς ἐτῶν νβ
οὐλὴ τραχήλῳ ἐκ δεξιῶν τοῖς ἑαυτῆς ὁμοπατρίοις καὶ ὁμομητρίοις ἀδελφοῖς Ἡρακλείδῃ
τῷ καὶ Οὐαλερίωι ὡς ἐτῶν μδ οὐλὴ γόνατι δεξιῷ καὶ Λυσιμάχῳ ὡς ἐτῶν λη οὐλὴ γόνατι
ἀριστερῷ ἐπὶ παρούσης τῆς πάντων μητρὸς Διδύμης τῆς Λυσιμάχου ὡς ἐτῶν οε οὐλὴ
ὀφρύι ἀριστερᾷ, ταύτης δὲ μετὰ κυρίου ἑνὸς τῶν υἱῶν Λυσιμάχου, τὴν Διδυμάριον
ἀπέχειν παρὰ τῶν δύο ἀδελφῶν διὰ χειρὸς ἀργυρίου δραχμὰς ἑξακοσίας ὑπεσχημένας
ὑπὸ τοῦ πάντων πατρὸς Ἡρακλείδου Μάρωνος, ὃς τετελεύτηκεν, πρὸς οἷσι τῇ Διδυμαρίῳ
κατὰ συνγραφὴν γάμου τελειωθεῖσαν διὰ τοῦ αὐτοῦ γραφείου τῷ ἐνάτῳ ἔτει θεοῦ Τραιανοῦ,
μεθʼ ἃς προσήνεγκεν αὐτῇ κατὰ τὴν αὐτὴν συμβίωσιν φερνὴν ἀργυρίου δραχμὰς πεντακοσίας ,
ἁπάσας δραχμὰς χιλίας ἑκατὸν συναχθείσας, καὶ κατὰ συνχώρημα τοῦ πατρὸς ἐπὶ τοῦ
δεκάτου ἔτους θεοῦ Τραιανοῦ ἐπαγομένων ἕκτῃ διὰ τοῦ αὐτοῦ γραφείου, ὑπὲρ ὧν
καὶ μὴ ἐπελεύσεσθαι τὴν Διδυμάριον μηδὲ τοὺς παρʼ αὐτῆς ἐπὶ τοὺς δύο ἀδελφοὺς
μηδὲ ἐφʼ ἑκάτερον αὐτῶν μηδὲ ἐπὶ τοὺς παρʼ αὐτῶν ἀλλὰ μηδὲ περὶ ἑτέρου ἁπλῶς
πράγματος ἐνγράπτου μηδὲ ἀγράφου μηδὲ ὀφειλήματος μηδὲ παντὸς τῷ καθόλου
συναλλάγματος ἀπὸ μηδενὸς ορμ[…]υ μέχρι δικαίου ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι
τῆς ἐνεστώσης ἡμέρας παρευρέσει μηδεμίᾳ, ἡ δὲ μήτηρ Διδύμη προσομολογεῖ αὐτόθεν
ἀποκεχαρίσθαι τῇ θυγατρὶ Διδυμαρίῳ ἐνωτίων χρυσῶν ἀληθινοπίνων ζεῦγος τεταρτῶν τεσσάρων καὶ στολὴν πορφυρᾶν μονοχίτωνα ἅπερ ἅπαντα παρειληφέναι τὴν Διδυμάριον καὶ ἐπάναγκον αὐτὴν Διδύμην αὐτόθεν φυλάξειν τῇ θυγατρὶ Διδυμαρίῳ ἀνεξαλλοτρίωτον καὶ ἀκαταχρημάτιστον κατὰ πάντα τρόπον ὃ προσυνεχώρησεν αὐτῇ κατὰ
τὸ προσονομαζόμενον ἐπὶ τοῦ δεκάτου ἔτους Τραιανοῦ ἐπαγομένων ἕκτῃ συνχώρημα ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς ἐν Τεπτύνει. Διδυμάριον Ἡρακλείδου μετὰ κυρίου τοῦ ἀνεψιοῦ
Κρονίου τοῦ Λυσανίου ὁμολογῶ ἀπέχειν παρὰ τῶν ἀδελφῶν μου Οὐαλερίου καὶ Λυσιμάχου
διὰ χειρὸς ἀργυρίου δραχμὰς ἑξακοσίας δηλωθείσας διὰ τῆς συνγραφῆς πρὸς οἷσίν
μοι τὸν πατέρα ὑπὲρ ὧν καὶ οὐκ ἐπελεύσομαι ἀλλὰ οὔτε περὶ ἑτέρου ἁπλῶς πράγματος μέχρι τῆς ἐνεστώσης ἡμέρας καὶ παρείληφα τὸ ἐνώτιον καὶ τὴν στολὴν καθὼς
πρόκιται. Κρονίων ἔγραψα καὶ ὑπὲρ αὐτὴς μὴ εἰδυίας γράμματα. Λυσίμαχος Ἡρακλείδου
καὶ ἡ μήτηρ Διδύμη Λυσιμάχου μετὰ κυρίου ἐμοῦ, γέγονε ἡ ἀποχὴ εἴς με Λυσίμαχον
καὶ Οὐαλέριον τῶν δραχμῶν ἑξακοσίων , ἡ δὲ μήτηρ Διδύμη ἀποκεχάρισται τῇ θυγατρὶ Διδυμαρίῳ τὸ ἐνώτιον καὶ τὴν στολὴν πορφυρᾶν καὶ ἐπάναγκον φυλάξειν
αὐτῇ ἀνεξαλλοτρίωτον καὶ ἀκαταχρημάτιστον ὃ συνεχώρησε αὐτῇ ἥμισυ μέρος
οἰκίας καὶ αὐλῆς ἐν Τεπτύνει. Λυσίμαχος ἔγραψα καὶ ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα.
Ἡρακλείδης ὁ καὶ Οὐαλέριος, γέγονε εἴς με καὶ τὸν ἀδελφόν μου Λυσίμαχον ἡ ἀποχὴ
καθὼς πρόκειται. ἀνατέτακται διὰ Λουρίου τοῦ καὶ Ἀπολλωνίου τοῦ πρὸς τῷ γραφείῳ
κώμης Τεπτύνεως καὶ Κερκεσούχων Ὄρους Πολέμονος μερίδος ἔτους ἕκτου
Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεσορὴ νουμηνίᾳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.