no image
DDbDP-text
[r,ctr]
Ἡρώδης ὃς καὶ Ὀρσεῦς νεώτερος Ἡρώιδου τοῦ Ἡρώιδου τοῦ καὶ Ἰσιδώρου Μακεδὼν τῶν κατοίκων ὁμολογῶ
παρακεχωρηκέναι Διδύμωι πρεσβυτέρωι Λυσιμάχου ὥστε αὐτῶι καὶ ἐκγόνοις αὐτοῦ καὶ τοῖς παρʼ αὐτοῦ
εἰς μετεπιγραφὴν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὸν ὑπάρχοντά μοι περὶ Τεβτῦνιν
πατρικὸν κατοικικὸν κλῆρον ἀρουρῶν τριῶν ἢ ὅσαι ἐὰν ὦσιν ἐν μιᾷ σφραγῖδι, ὧν γείτονες νότου τοῦ πριαμένου Διδύμου κλῆρος, βορρᾶ Κρονίωνος τοῦ Εἰρηναίου κλῆρος, λιβὸς χέρσος ἀνὰ μέσον ὄντος ὑδραγωγοῦ διʼ οὗ
ποτίζεται ὁ κλῆρος, ἀπηλιώτου Ψαβωτῶτος τοῦ Ἀπολλωνίου καὶ τῶν μετόχων κλῆρος, ὑπὲρ ὧν καὶ ἐπιτελέσω τὰς καθηκούσας τῆς εἰς τὸν Δίδυμον μετεπιγραφῆς καὶ παραχωρήσεως διὰ τοῦ κατοικικοῦ λογιστηρίου. καὶ ἀπέχω παρὰ τοῦ Διδύμου τὸ ἑσταμένον ἀργυρικὸν παραχωρητικὸν πᾶν
κεφάλαιον καὶ βεβαιώσω πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων ὀφειλημάτων πάντων καὶ ἐπιγραφῶν πασῶν καὶ ναυβίων καὶ ἀρταβίας καὶ ἀριθμητικοῦ καὶ πλεονασμάτων καὶ τιμῆς γῆς καὶ ἐπιβολῆς
κώμης καὶ προστίμου καὶ τῶν ἄλλων πάντων τῶν ἀπαιτουμένων τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι
τοῦ πρώτου ἔτους καὶ αὐτοῦ τοῦ πρώτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος
ἀπό τε ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ
Σωκράτης Σωκράτους διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Δίδυμος πρεσβύτερος Λυσιμάχου γέγονε εἴς
με ἡ προκειμένη παραχώρησις καθὼς πρόκιται.
[r,minf]
Ἡρώιδης ὡς ἐτῶν λζ οὐλὴ γαστροκνημίᾳ
ἀριστερᾷ. Δίδυμος ἐτῶν μη οὐλὴ
δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς. Σωκράτης
ἐτῶν λε οὐλὴ ……
[v]
παραχώρησις Διδύμου κωμογραμματέωςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.