no image
DDbDP-text
Cession of Catoecic Land via HGV-meta
Linked by Trismegistos ID
TM 12109.
Each record below describes this same artifact or text from a different angle.
[msup]
ἐκδόσιμον. μηνὸς Γερμανικήου Παχὼν κζ.
[ctr]
Μυσθᾶς Ἀκουσιλάου Μακεδὼν τῶν κατοίκων ὁμολογῶ παρακεχωρηκέναι Μαξίμωι Διοδώρου τοῦ καὶ Παποντῶτος ὥστε αὐτῷ Μαξίμῳ καὶ ἐνγόνοις αὐτοῦ καὶ τοῖς
παρʼ αὐτοῦ εἰς μετεπιγραφὴν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὸν ὑπάρχοντά μοι πατρικὸν κατοικικὸν κλῆρον ἀρούρας ἓξ καὶ πρὸς ταύταις ἐπιβολῆς
κώμης τέταρτον ἄρουραν πάσας ἢ ὅσαι ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι ἐν τῇ κοίληι
λεγομένηι Φρεγμήι· ὧν γείτονες νότου προσοδικὰ ἐδάφη ἀνὰ μέσον ὄντος ὑδραγωγοῦ, βορρᾶ Ψενοσίριος
τοῦ Φαμούνιος κλῆρος, λιβὸς Ἀμμωνίου τοῦ Ἀμμωνίου κλῆρος καὶ ἐπί τι μέρος Ἡρωνᾶτος κουρέως κλῆρος ἀνὰ μέσον ὄντος ὑδραγωγοῦ διʼ οὗ ποτίζεται ὁ κλῆρος, ἀπηλιώτου Ἥρωνος
τοῦ Ἡρακλίου κλῆρος ἀνὰ μέσον ὄντος ὑδραγωγοῦ εἰς ὃν ἐκχεῖται ὁ κλῆρος· ὑπὲρ ὧν καὶ ἐπιτελέσω τὰς καθηκούσας οἰκονομίας τῆς εἰς τὸν Μάξιμον μετεπιγραφῆς καὶ παραχωρήσεως διὰ τοῦ
κατοικικοῦ τῶν καταλοχισμῶν λογιστηρίου. καὶ ἀπέχω παρὰ τοῦ Μαξίμου τὸ ἑσταμένον ἀργυρικὸν παραχωρητικὸν πᾶν κεφάλαιον παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω
τὰ κατὰ τὴν παραχώρησιν ταύτην πάσηι βεβαιώσει ἀπὸ μὲν δημοσίων ὀφειλημάτων καὶ ἐπιγραφῶν πασῶν καὶ ναυβίων καὶ ἀρταβίας καὶ ἀριθμητικοῦ καὶ τιμῆς γῆς καὶ προστίμου καὶ τῶν ἄλλων πάντων τῶν ἀπαιτουμένων τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τοῦ ἐνεστῶτος ἕκτου ἔτους καὶ αὐτοῦ τοῦ ἐνεστῶτος ἕκτου ἔτους Τιβερίου Κλαυδίου
Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καὶ ἕκαστα ποιήσω καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ
Μάρων Χρησίμου διὰ τὸ βραδύτερον αὐτὸν γράφειν. Μυσθᾶς Ἀκουσιλάου παρακεχώρηκα καὶ ἀπέχω τὸ ἀργυρικὸν κεφάλαιον
καὶ βεβαιώσω καὶ ἐπιτέταχα γράφειν καθὼς πρόκιται. Μάξιμος Διοδώρου τοῦ καὶ Παποντο͂τος γέγονε εἴς με
ἡ παραχώρησις καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἀπολλώνιος Λυσιμάχου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.
[minf]
Μυσθᾶς ὡς ἐτῶν […] οὐλὴ πήχει ἀριστερῷ. Μάξιμος ὡς ἐτῶν κε οὐλὴ μεσόφρυσι δυσί .
Μάρων Χρησίμου ὡς ἐτῶν λ οὐλὴ πήχει δεξιῷ.
ὑπογραφεὺς Ἀπολλώνιος ὡς ἐτῶν κε οὐλὴ καρπῷ ἀριστερῷ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.