no image
DDbDP-text
Contract of Habitation via HGV-meta
Linked by Trismegistos ID
TM 12299.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἀντίγραφον ἔτους γ Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Φαρμοῦθι ιη ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν Ταῶρις ὡς ἐτῶν πεντήκοντα […]…[…]…[…] καὶ
Διδύμη ὡς ἐτῶν τεσσαράκοντα πέντε οὐλὴ μετώπῳ ἐκ δεξιῶν καὶ Σουῆρις ὡς ἐτῶν …[…]
αἱ τρεῖς Πετσίριος Περσίναι ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν μετὰ κυρίου τῆς μὲν Ταώριος καὶ Διδύμης τοῦ τῆς Διδύμης ἀνδρὸς Ἡρακλείδου τοῦ Χαιρήμονος ὡς ἐτῶν … οὐλὴ […]… ἀριστερῷ, τῆς δὲ Σουήριος τοῦ ἑαυτῆς ἀνδρὸς Ὀννώφριος τοῦ Ὀννώφριος ὡς ἐτῶν … οὐλὴ …[…]…[…]
Μάρωνι Ἑρμᾶτος ὡς ἐτῶν μα οὐλὴ μετώπῳ μέσῳ ὑπὸ τρίχα ἔχειν παρʼ αὐτοῦ ἀργυρίου ἐπισήμου νομίσματος κεφαλαίου δραχμὰς διακοσίας παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου, ἀντὶ δὲ τῶν τούτων τόκων
συνκεχωρηκέναι τὰς ὁμολογούσας ὥστε ἐνοικεῖν τὸν Μάρωνα καὶ τοὺς παρʼ αὐτοῦ καὶ οὓς ἐὰν
βούληται ἐφʼ ἔτη πέντε ἀπὸ τοῦ προκειμένου χρόνου ἐν τῷ ὑπάρχοντι αὐταῖς ταῖς ὁμολογούσαις ἐν τῇ προγεγραμμένῃ κώμῃ Βακχιάδι ἐνάτῳ μέρει οἰκίας καὶ αὐλῆς καὶ τῶν
συγκυρόντων πάντων ἐν τῇ λεγομένῃ Βορροανον λαύρᾳ ὧν ἐστιν τοῦ αὐτοῦ Μάρωνος τρίτον μέρος. βεβαιούτωσαν οὖν αἱ ὁμολογοῦσαι καὶ οἱ παρʼ αὐτῶν τῷ Μάρωνι καὶ τοῖς παρʼ αὐτοῦ
τὰ κατὰ τὴν ἐνοίκησιν ταύτην πάσῃ βεβαιώσει ἐπὶ τε τοῦ κατʼ αὐτῆς κεφαλαίου καὶ ἐφʼ ὃν ἐὰν
δέον ᾖ ἐπενοικεῖν χρόνον καὶ παρέξεσθαι τὸ δηλούμενον ἔνατον μέρος τῆς οἰκίας καὶ αὐλῆς ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστον καὶ καθαρὸν ἀπὸ δημοσίου τε καὶ
ἰδιωτικοῦ ὀφειλήματος, καὶ μηδένα κωλύοντα τὸν Μάρωνα μηδὲ τοὺς παρʼ αὐτοῦ ἐνοικοῦντας ἐν τούτῳ καὶ ἑτέρους ἐνοικίζοντας καὶ τὰ ἐνοίκια ἀποφερομένους
καὶ χρωμένους τοῖς τῆς οἰκίας καὶ αὐλῆς χρηστηρίοις πᾶσι κατὰ κοινόν. καὶ μετὰ τὸν
χρόνον ἀποδότωσαν αἱ ὁμολογοῦσαι τῷ Μάρωνι τὰς τοῦ ἀργυρίου δραχμὰς διακοσίας,
μέχρι δὲ τοῦ ἀποδοῦναι αὐτὰς συγχωροῦσι ἐνοικεῖν τὸν Μάρωνα καθὼς πρόκειται. καὶ
ἐὰν φανῇ ὁ Μάρων ἀνηλωκὼς δαπάνας εἰς ἐπισκευὴν ἢ καὶ ἀνοικοδομὴν ἢ ἄλλου τινὸς
ἐν τῷ προγεγραμμένῳ ἐνάτῳ μέρει τῆς οἰκίας καὶ αὐλῆς, ἐπάναγκον τὰς ὁμολογούσας ἀποδοῦναι
αὐτῷ Μάρωνι ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, ὑπογραφεὺς τῆς μὲν Διδύμης
καὶ Ταώριος Ἡρακλείδης ὁ προγεγραμμένος ἑαυτῶν κύριος καὶ ἀνὴρ τῆς Διδύμης, τῆς δὲ
Σουήριος καὶ τοῦ κυρίου καὶ ἀνδρὸς Εὔβιος Ἰσιδώρου ὡς ἐτῶν κε οὐλὴ ῥινὶ μέσῃ.
[v]
ἀντίγραφον ἐνοικήσεως Ταώριος καὶ ἄλλων πρὸς ΜάρωναSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.