Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.mich.10.583 26. Aug. 78Bakchias (Arsinoites)

Sale of a House via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 12270. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐπαγομένων γ ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου ἐπαγομένων τρίτῃ ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Μάρων Ἑρμᾶτος τοῦ Μάρωνος ὡς ἐτῶν τεσσαράκοντα ἑπτὰ οὐλὴ μετώπῳ μέσῳ Ἑρμᾶτι Πτολεμαίου τοῦ Ἀμμωνίου ὡς ἐτῶν τεσσαράκοντα τεσσάρων οὐλὴ μετώπῳ μέσῳ πεπρακέναι αὐτῷ κατὰ τήνδε τὴν ὁμολογίαν ταύτην ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον αὐτῷ τῷ ὁμολογοῦντι Μάρωνι ἐν τῇ προγεγραμμένηι κώμῃ Βακχιάδι μητρικὸν τρίτον μέρος καὶ ἀγοραστὸν ἔνατον μέρος, ὥστε εἶναι τρίτον ἔνατον μέρος κοινωνικῆς οἰκίας καὶ αὐλῆς παλαιᾶς συνπεπτωκυίας ἀπὸ μέρους, ὅσων ἐστὶν τῶν ὅλων μέτρων καὶ πηχισμῶν, ἐπὶ τοῖς οὖσι ἀρχαίοις θεμελίοις καὶ περιμέτροις ἐν τῇ οὔσῃ αὐτῶν διαθέσει ὧν γείτονες πάντων νότου Κατοίτου τοῦ Μεγχείους καὶ τῶν μετόχων τόποι καὶ ἐπί τι μέρος κοινὴ εἴσοδος καὶ ἔξοδος εἰς ἣν ἀνέῳγεν θύρα, βορρᾶ ῥύμη βασιλικὴ, λιβὸς τοῦ προγεγραμμένου Κατοίτου τοῦ Μεγχείους καὶ τῶν μετόχων οἰκία παλαιὰ, ἀπηλιώτου Ὥρου τοῦ Κατοίτου Βελλείους καὶ τῶν ἀδελφῶν αὐλὴ μεθʼ ἣν οἰκία παλαιὰ, καὶ ἀπέχειν τὸν ὁμολογοῦντα Μάρωνα παρὰ τοῦ Ἑρμᾶτος τὰς συνπεφωνημένας τῆς τιμῆς ἀργυρίου δραχμὰς ἑκατὸν πάσας ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσειν αὐτόν τε τὸν ὁμολογοῦντα Μάρωνα καὶ τοὺς παρʼ αὐτοῦ τῷ Ἑρμᾶτι καὶ τοῖς παρʼ αὐτοῦ τὰ κατὰ τήνδε τὴν πρᾶσιν ταύτην πεπραμένα πάσῃ βεβαιώσει ἐπὶ τὸν ἅπαντα χρόνον καὶ παρέξεσθαι αὐτὰ ἀνέπαφα καὶ ἀνενεχύραστα καὶ ἀνεπιδάνειστα καὶ ἀνεξαλλοτρίωτα καὶ καθαρὰ ἀπὸ δημοσίου τε καὶ ἰδιωτικοῦ ὀφειλήματος καὶ μήτε προυποκείμενα μηδὲ προπεπραμένα ἑτέροις μηδὲ μέρος τρόπῳμηδενὶ μηδὲ κωλύοντας τὸν πριάμενον Ἑρμᾶν μηδὲ τοὺς παρʼ μεταλημψομένους κυριεύοντας καὶ δεσπόζοντας ὧν ἐώνηται καθὼς πρόκειται καὶ εἰσοδεύοντας καὶ ἐξοδεύοντας καὶ κατασπῶντας καὶ ἀνοικοδομοῦντας ἐν αὐτοῖς ὡς ἐὰν αἱρῶνται ἔτι πωλοῦντας ὑποτιθέντας ἑτέροις μεταδιοικοῦντας χρωμένους αὐτοῖς καθʼ ὃν ἐὰν βούλωνται τρόπον ἀπαραποδίστως, καὶ πρὸς τὰ προκείμενα μηδένα ἐγκαλέσειν μηδὲδιαμφισβητήσειν μηδὲ ἐπελεύσεσθαι ἐπὶ τὸν πριάμενον Ἑρμᾶν μηδὲ ἐπὶ τοὺς παρʼ αὐτοῦ τρόπῳ μηδενὶ παρευρέσει μηδεμιᾷ. ὅ τι δʼ ἂν τῶν προγεγραμμένων παρασυνγραφῆι ὁ ὁμολογῶν Μάρων ἢ οἱ παρʼ αὐτοῦ ἢ μὴ βεβαιοῖ ἢ μὴ παρέχηται καθὰ γέγραπται, χωρὶς τοῦ τὸ ὑπεναντίως ἐπιτελεσθησόμενον ἄκυρον καὶ ἀπρόσδεκτον εἶναι κατὰ πάντα τρόπον, ἔτι καὶ ἀποτισάτω τῷ Ἑρμᾶτι παραχρῆμα τὰ βλάβη καὶ τὴν τιμὴν διπλῆν καὶ ἐπίτιμον ἄλλας ἀργυρίου δραχμὰς τριακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία ἔστω. ἀμφότεροι οἱ ἐνφερόμενοι οι…[…] Μάρων Ἑρμᾶτος τοῦ Μάρωνος ὁμολογῶ πεπρακέναι Ἑρμᾶτι Πτολεμαίου τοῦ Ἀμμωνίου κατὰ τήνδε τὴνὁμολογίαν ταύτην ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον μοι μητρικὸν τρίτον μέρος καὶ ἀγοραστὸν ἔνατον μέρος ὥστε εἶναι τρίτον ἔνατον μέρος κοινωνικῆς οἰκίας καὶ αὐλῆς παλαιᾶς συνπεπτωκυίας ἀπὸ μέρους, ὅσων ἐστὶ τῶν ὅλων μέτρων καὶ πηχισμῶν, ἐπὶ τοῖς οὖσι ἀρχαίοις θεμελίοις καὶ περιμέτροις ἐν τῇ οὔσῃ αὐτῶν διαθέσει, ὧν γείτονες πάντων νότου Κατοίτου τοῦ Μεγχείους καὶ τῶν μετόχων τόποι καὶ ἐπὶ τι μέρος κοινὴ εἴσοδος καὶ ἔξοδος εἰς ἣν ἀνέῳγεν θύρα, βορρᾶ ῥύμη βασιλικὴ, λιβὸς τοῦ προγεγραμμένου Κατοίτου τοῦ Μεγχείους καὶ τῶν μετόχων οἰκία παλαιά, ἀπηλιώτου Ὥρου τοῦ Κατοίτου Βελλείους καὶ τῶν ἀδελφῶν αὐλὴ μεθʼ ἣν οἰκία παλαιά, καὶ ἀπέχω τὰς συνπεφωνημένας τῆς τιμῆς ἀργυρίου δραχμὰς ἑκατὸν πάσας ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἐπὶ τὸν ἅπαντα χρόνον καθὼς πρόκειται. Ἑρμᾶς Πτολεμαίου τοῦ Ἀμμωνίου· γέγονε εἴς με ἡ πρᾶσις τοῦ τρίτου καὶ ἐνάτου μέρους τῆς οἰκίας παλαιᾶς καὶ αὐλῆς συνπεπτωκυίας ἀπὸ μέρους ὡς πρόκειται. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου ἐπαγομένων γ. ἀναγέγραπται διὰ τοῦ πρὸς τῷ γραφείωι Βακχιάδος καὶ Ἡφαιστιάδος.

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.