Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.mich.10.584 12. Aug. 84Bakchias (Arsinoites)

Division of Property via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 12271. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μηνὸς Μεσορὴ ἐννεακαιδεκάτῃ ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσιν ἀλλήλοις Ἑρμᾶς Πτολεμαίου ὡς ἐτῶν τεσσαράκοντα ἐννέα οὐλὴ μετώπῳ μέσωι καὶ Πετεσοῦχος Πετοσίριος ὡς ἐτῶν ἑξήκοντα δύο οὐλὴ γόνατι δεξιῶι καὶ Ὧρος Κατοίτου ὡς ἐτῶν ἑβδομήκοντα ὀκτὼ οὐλὴ ἀντίχειρι δεξιῷ καὶ Ἁτρῆς Κατοίτου ὡς ἐτῶν πεντήκοντα πέντε οὐλὴ μετώπῳ μέσωι, οἱ τέσσαρες , διειρῆσθαι πρὸς ἑαυτοὺς ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν αὐτοῖς ἐν τῇ προγεγραμμένῃ κώμῃ οἰκίαν καὶ αὐλὴν συμπεπτωκυῖαν καὶ τὰ συνκύροντα πάντα, ὧν γείτονες νότου εἴσοδος καὶ ἔξοδος κοινή, βορρᾶ ὁμοίως ἑτέρα εἴσοδος καὶ ἔξοδος κοινή, λιβὸς Μεγχείους τοῦ Κατοίτου καὶ τῶν ἀδελφῶν οἰκία, ἀπηλιώτου Ὥρου τοῦ Κατοίτου καὶ τῶν ἀδελφῶν οἰκία, ἀφʼ ὧν ἐστιν τοῦ μὲν Ἑρμᾶ ἀγοραστὸν τρίτον ἔνατον μέρος τῆς ὅλης οἰκίας καὶ αὐλῆς, καὶ τοῦ Πετεσούχου καὶ Ὥρου κοινῶς πατρικὸν τρίτον μέρος, καὶ τοῦ Ἁτρείους κατὰ τὸ λοιπὸν ἕκτον ὀκτωκαιδέκατον μέρος, καὶ ἐξ ἧς πεποίηνται πρὸς ἑαυτοὺς ἐξ εὐδοκούντων ἐκ κλήρου διαιρέσεως κεκληρῶσθαι τὸν μὲν Ἑρμᾶν εἰς τὸ ἐπιβάλλον αὐτῶι τρίτον ἔνατον μέρος, τὸ μὲν τρίτον μέρος κατὰ μέσον νότον ἐπὶ βορρᾶ πήχεις δεκαεπτά , λιβὸς ἐπʼ ἀπηλιώτην ἐκ μὲν τοῦ πρὸς νότον μέρους πήχεις πέντε τρίτον , ἐκ δὲ τοῦ πρὸς βορρᾶ μέρους πήχεις ἕξ , τὸ δὲ λοιπὸν αὐτοῦ ἔνατον μέρος κοινὸν καὶ ἀδιαίρετον πρὸς τὸ τοῦ Ἁτρείους καθὼς ὑποτέτακται ἕκτον ὀκτωκαιδέκατον μέρος, τὸν δὲ Πετεσοῦχον καὶ Ὧρον ὁμοίως τοὺς δύο κοινῶς κεκληρῶσθαι εἰς τὸ καὶ αὐτοῖς ἐπιβάλλον τρίτον μέρος τῆς αὐτῆς οἰκίας καὶ αὐλῆς ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους διατεῖνον νότον ἐπὶ βορρᾶ διʼ ὅλων τῶν τόπων, νότον ἐπὶ βορρᾶ πήχεις δεκαεπτά , λιβὸς ἐπʼ ἀπηλιώτην ἐκ μὲν τοῦ πρὸς νότον μέρους πήχεις πέντε τρίτον , ἐκ δὲ τοῦ πρὸς βορρᾶ μέρους πήχεις ἕξ , τὸν δὲ Ἁτρῆν καὶ αὐτὸν κεκληρῶσθαι εἰς τὸ καὶ αὐτῷ ἐπιβάλλον ἕκτον ὀκτωκαιδέκατον μέρος κοινὸν καὶ ἀδιαίρετον πρὸς τὸ τοῦ προγεγραμμένου Ἑρμᾶ ὡς πρόκειται ἔνατον μέρος, ἐκ τοῦ πρὸς λίβα μέρους νότον ἐπὶ βορρᾶ πήχεις δεκαεπτά , λιβὸς ἐπʼ ἀπηλιώτην ἐκ μὲν τοῦ πρὸς νότον μέρους πήχεις πέντε τρίτον , ἐκ δὲ τοῦ πρὸς βορρᾶ μέρους πήχεις ἕξ . ἕκαστον δὲ τῶν προγεγραμμένων κρατεῖν καὶ κυριεύειν ὧν κεκλήρωται τόπων σὺν τοῖς ἐν ἑκάστοις φορτίοις πᾶσι καὶ καθαιροῦντας καὶ ἀνοικοδομοῦντας καὶ ἐπισκευάζοντας καὶ συντελοῦντας ἐν αὐτοῖς ἃ ἐὰν βούλωνται καὶ ἐνοικοῦντας καὶ ἐνοικίζοντας καὶ τὰ ἐνοίκια ἀποφερομένους καὶ πωλοῦντας καὶ ὑποτιθέντας καὶ οἰκονομοῦντας περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀπαραποδίστως. ἐνμενέτωσαν οὖν οἱ ὁμολογοῦντες καὶ ἑκάτερος αὐτῶν καὶ οἱ παρʼ αὐτῶν καὶ οἱ μεταλημψόμενοι ἐν τοῖς κατὰ τήνδε τὴν διαίρεσιν ταύτην σημαινομένοις, καὶ μὴ ἐξέστω τ… διʼ αὐτῆς ……ῆσθαι, ἐὰν δέ τις αὐτῶν μὴ ἐμμείνῃ, ἀποτισάτω ὁ παραβὰς αὐτῶν τῷ ἐνμένοντι τά τε βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας χωρὶς τοῦ καὶ τὰ διωμολογημένα μένειν κύρια. ὑπογραφεῖς τῶν περὶ τὸν Πετεσοῦχον Ἥρων Διονυσοδώρου ἐτῶν λϛ ἄσημος τοῦ δὲ Ἁτρείους Ἀπολ Μέλανος ἐτῶν νη οὐλὴ ἀντικνημίῳ, ὁ δὲ Ἑρμᾶς ἰδίᾳ γράφων. Ἑρμᾶς Πτολεμαίου ὁμολογῶ ἀνενηνοχέναι πρὸς Πετεσοῦχον Πετσῖρις καὶ Ὧρον Κατοίτου καὶ Ἁτρῆν Κατοίτου τὴν διαίρεσιν τῆς οἰκίας καὶ αὐλῆς καὶ κεκληρῶσθαὶ με εἰς τὸ ἐπιβάλλον μοι τρίτον μέρος κατὰ μέσον διατεῖνον νότον ἐπὶ βορρᾶ πήχεις δεκαεπτά , λίβα ἐπʼ ἀπηλιώτην ἐκ μὲν τοῦ πρὸς νότου μέρους πήχεις πέντε τρίτον , ἐκ δὲ τοῦ πρὸς βορρᾶ μέρους πήχεις ἕξ , καὶ ἔνατον μέρος κοινὸν καὶ ἀδιαίρετον πρὸς τὸ Ἁτρείους μέρος σὺν τοῖς ἐν τούτοις φορτίοις πᾶσι καὶ ἕκαστα ποιήσω καθὼς πρόκιται. Πετεσοῦχος Πετσίρεως καὶ Ὧρος Κατοίτου ὁμολογοῦμεν ἀνενηνοχέναι πρὸς Ἑρμᾶν Πτολεμαίου καὶ Ἁτρῆν Κατοίτου τὴν διαίρεσιν τῆς οἰκίας καὶ αὐλῆς καὶ κεκληρῶσθαι ἡμᾶς κοινῶς εἰς τὸ ἐπιβάλλον ἡμῖν τρίτον μέρος ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους διατεῖνον νότον ἐπὶ βορρᾶ διʼ ὅλων τῶν τόπων, νότον ἐπὶ βορρᾶ πήχεις δεκαεπτά , λιβὸς ἐπʼ ἀπηλιώτην ἐκ μὲν τοῦ πρὸς νότον μέρους πήχεις πέντε τρίτον , ἐκ δὲ τοῦ πρὸς βορρᾶ μέρους πήχεις ἕξ , σὺν τοῖς ἐν τούτοις φορτίοις πᾶσι καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Ἥρων Διονυσοδώρου διὰ τὸ μὴ εἰδέναι γράμματα. Ἁτρῆς Κατοίτου ὁμολογῶ ἀνενηνοχέναι πρὸς Ἑρμᾶν Πτολεμαίου καὶ Πετεσοῦχον Πετοσίρεως καὶ Ὧρον Κατοίτου τὴν διαίρεσιν τῆς οἰκίας καὶ αὐλῆς καὶ κεκληρῶσθαί με εἰς τὸ ἐπιβάλλον μοι ἕκτον ὀκτωκαιδέκατον μέρος κοινὸν καὶ ἀδιαίρετον πρὸς τὸ ἔνατον μέρος αἱροῦν πρὸς τὸν προγεγραμμένον Ἑρμᾶν, ἐκ τοῦ πρὸς λίβα μέρους νότον ἐπὶ βορρᾶ πήχεις δεκαεπτά , λιβὸς ἐπʼ ἀπηλιώτην ἐκ μὲν τοῦ πρὸς νότον μέρους πήχεις πέντε τρίτον , ἐκ δὲ τοῦ πρὸς βορρᾶ μέρους πήχεις ἕξ , καθὰ πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ ἈπολλωΜέλανος διὰ τὸ μὴ εἰδέναι γράμματα. ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μηνὸς Μεσορὴ ιθ. ἀναγέγραπται διὰ τοῦ ἐν Βακχιάδι γραφείου. [v] ὁμολογία Ἑρμᾶτος καὶ ἄλλων διαιρέσεως

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.