no image
DDbDP-text
Divisione di terre fra affittuari via HGV-meta
Linked by Trismegistos ID
TM 12349.
Each record below describes this same artifact or text from a different angle.
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, μηνὸς Καισαρείου
β, ἐν Ταλεὶ τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν
ἀλλήλοις Πανεσαῦτις Ἥρωνος ὡς ἐτῶν τριάκοντα οὐλὴ δακτύλωι μικρῷ χειρὸς ἀριστερᾶς καὶ Κρονίων Κρονίωνος ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς
καὶ Ἀλβαβύσις Πανεσαύτεως ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ δακτύλῳ μικρῷ χειρὸς
καὶ Ἥρων…νι… ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ ἀντικνημίῳ ἀριστερῶι καὶ Νεφερῶς
…ως… ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴἀντίχειρι δεξιῷ καὶ Ὀννῶφρις ………
ὡς ἐτῶν τριάκοντα δύο οὐλὴ γόνατι δεξιῶι καὶ Πετεσοῦχος τοῦ Η[…]ὡς ἐτῶν πεντήκοντα πέντε οὐλὴ δακτύλῳ τρίτῳ χειρὸς ἀριστερᾶς, οἱ ζ, διῃρῆσθαι πρὸς
ἑαυτοὺς ἃς ἔχουσι ἐν μισθώσει κοινῶς παρὰ Θερμουθαρίου τῆς Σαραπίωνος, ἐπʼ ὀνόματος ἐνίων αὐτῶν, περὶ …[…]βολιον τοῦ Τριστόμου κλήρου ἀρούρας ἕνδεκα ἐν δυσὶ σφραγῖσι, ὧν πρώτηςσφραγῖδος ἄρουραι τρεῖς , ἐν αἷς μέρος καλαμίας,
δευτέρας σφραγῖδος αἱ λοιπαὶ ἄρουραι ὀκτὼ , ἐν αἷς ἀμπελών, πρὸς μόνον τὸ ἐνεστὸς
ἔτος, καὶ κεκληρῶσθαι τὸν μὲν Πανεσαῦτιν καὶ Νεφερῶν τὰς τῆς πρώτης σφραγῖδος
ἀρούρας τρεῖς , ἐν αἷς μέρος καλαμίας, σὺν τοῖς σπειρομένοις κήποις τῶν ἐν αὐτῇ φοινίκων,
ἐφʼ ᾧ δώσουσι ὑπὲρ φόρου ἀργυρίου δραχμὰς ἑκατὸν τεσσεράκοντα καὶ τὸ λοιπὸν μέρος
τῶν ἐπακολουθούντων […]ν ἐξαιρέτων φοινίκων· τὸν δὲ Ἀλβαβύσιν καὶ Πετεσοῦχον καὶ αὐτοὺς κεκληρῶσθαι τὸ ἐκ τοῦ πρὸς νότον μέρους διατεῖνον λίβα
ἐπʼ ἀπηλιώτην ἔδαφος, ὅσου ἐὰν ᾗ ἀρουρηδοῦ, ἐφʼ ὧι ἐδάφει ὁ προκίμενος ἀμπελών, ἐφʼ ὧι δὲ καὶ αὐτοὶ δώσουσιν εἰς τὸν φόρον ἀργυρίου δραχμὰς ἑξήκοντα
καὶ τὸ μέρος τῶν ἐξαιρέτων τοῦ καλάμου· καὶ τὸν Κρονίωνα καὶ Ὀννῶφριν καὶ Ἥρωνα
τὰς λοιπὰς ἀρούρας σὺν τῷ ἐπιβάλλοντι καρπῶι τῶν ὄντων ἐν αὐταῖς φοινίκων,
ἐφʼ ᾧ δὲ καὶ αὐτοὶ δώσουσι εἰς τὸν φόρον ἀργυρίου δραχμὰς διακοσίας τεσσεράκοντα
καὶ πυροῦ ἀρτάβας πέντε καὶ τὸ τρίτον μέρος τῶν ἐξαιρέτων, καὶ μετρήσουσι εἰς τὸ δημόσιον φόρετρα ὑπὲρ ἀρουρῶν πάντα· ὁ δὲ Πανεσαῦτις καὶ Νεφερῶς κατεργάσονται τὴν καλαμίαν, ὁ δὲ Ἀλβαβύσις καὶ Πετεσούχος καὶ αὐτοὶ παραδώσουσι τὸν
ἀμπελῶνα κατειργασμένον …[…]…μμένῃ σκαφῇ τ…[…] ὡς καὶ διὰ τῆς
μισθώσεως ἐδηλώθη· καὶ ἕκαστον αὐτῶν ἐνμενεῖν τῇ διαιρέσει καθὼς πρόκειται.
Πανεσαῦτις Ἥρωνος καὶ Νεφερῶς[…]…θου συνδιῃρήμεθα καὶ ἐμμενοῦμεν τοῖς
προκιμένοις. ἔγραψα ὑπὲρ αὐτῶν Ἅρπαλος Πεταύριος μὴ εἰδότων γράμματα.
Ἀ[…]αβ…ς καὶ Πετεσοῦχος οἱ δύο συνδιῃρήμεθα καὶ ἐνμενοῦμεν καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Πρώταρχος Πρωτάρχου
μὴ εἰδότων γράμματα. Κρονίων καὶ Ἥρων καὶ Ὀννόφρις συνδιῃρήμεθα πρὸς ἑαυτοὺς
καὶ ἐνμενοῦμεν πᾶσι τοῖς προκειμένοις. Ἡρακλᾶς Ἥρωνος ἔγραψεν ὑπὲρ
αὐτῶν μὴ εἰδότων γράμματα. ἀναγέγραπται διὰ τοῦ ἐν Ταλεὶ γραφίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.