no image
DDbDP-text
ἔτους ἑβδόμου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος
μηνὸς Ξανθικοῦ ἐνάτῃ καὶ εἰκάδι Μεχεὶρ ἐνάτῃ καὶ εἰκάδι ἐν Τεβτύνει τῆς
Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν ἀλλήλοις Ἁρυώτης, ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ ὑπὸ σιαγόνα ἀριστεράν, καὶ Κρονίων, ὡς ἐτῶν τριάκοντα οὐλὴ πήχει ἀριστερῷ,
καὶ Ἁρυώτης νεώτερος ὃς καὶ Ἀραβάρχης, ὡς ἐτῶν εἴκοσι ἑπτὰ οὐλὴ ὑπὲρ ὀφρὺν
ἀριστεράν, οἱ τρεῖς Ἡρωδίωνος, διῃρῆσθαι πρὸς ἑαυτοὺς ἐξ εὐδοκούντων ἐπὶ τοῦ παρόντος
διαίρεσει ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὰ ὑπάρχοντα αὐτοῖς
πατρικὰ δουλικὰ σώματα τέσσαρα Θερμουθάριον καὶ Σαμβοῦν καὶ Ἡρακλᾶν
καὶ Ἡρακλοῦν χωλήν, τὸν μὲν Ἁρυώτην πρεσβύτερον λελογχέναι εἰς τὸ ἐπιβάλλον ἑαυτῷ μέρος Σαμβοῦν σὺν τοῖς ἐσομένοις ἐξ αὐτῆς δουλικοῖς ἐγγόνοις,
τὸν δὲ Κρονίωνα καὶ αὐτὸν λελογχέναι εἰς τὸ καὶ αὐτῷ ἐπιβάλλον μέρος τὸν προγεγραμμένον Ἡρακλᾶν, τὸν δὲ Ἁρυώτην νεώτερον τὸν καὶ Ἀραβάρχην καὶ αὐτὸν
λελογχέναι εἰς τὸ καὶ αὐτῷ ἐπιβάλλον μέρος τὰς προγεγραμμένας δούλας Θερμουθάριον
καὶ Ἡρακλοῦν χωλὴν σὺν τοῖς ἐσομένοις ἐξ αὐτῶν δουλικοῖς ἐγγόνοις· μένειν δὲ
τῇ τῶν ὁμολογούντων μητρὶ Ταορσεῦτι Ἁρυώτου τὴν διατεταγμένην αὐτῇ ὑπὸ τοῦ τῶν
αὐτῶν ὁμολογούντων πατρὸς δουλίαν ἐφʼ ὃν χρόνον περίεστιν ἡ Ταορσεῦς τῆς προγεγραμμένης δουλείας Θερμουθαρίου· κρατεῖν οὖν καὶ δεσπόζειν ἕκαστον τῶν ὁμολογούντων καὶ τοὺς παρʼ αὐτῶν καὶ τοὺς μεταλημψομένους
ὧν λέλογχασι μερῶν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον
ἀναμφιλέκτως, καὶ μὴ ἐπιπορεύεσθαι ἕκαστον τῶν ὁμολογούντων ἐφʼ ἃ ὁ ἕτερος αὐτῶν κεκλήρωται τρόπῳ μηθενί. ὅ τι δʼ ἂν τῶν προγεγραμμένων
παρασυνγραφῇ τις τῶν ὁμολογούντων, ἀποτισάτω ὁ μὴ ἐνμένων τῷ ἐνμένοντι τὰ τε βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας πεντακοσίας καὶ εἰς τὸ
δημόσιον τὰς ἴσας, καὶ μηθὲν ἧσσον χωρὶς τοῦ μένειν τὰ διωμολογημένα κυρία ἔστω καθότι καί εἰσιν
ἑκόντες περὶ ἁπάντων συνκεχωρήκασιν. ὑπογραφὴ
τῶν ὁμολογούντων τριῶν ἰδία. ἡ συνγραφὴ κυρία ἔστω πανταχῇ
Ἁρυώτης Ἡροδίωνος συνδιῄρημαι ἐπὶ τοῦ παρόντος καὶ λέλογχα εἰς τὸ
ἐπιβάλλον μοι μέρος τὴν προγεγραμμένην δούλην Σαμβοῦν καὶ
ἕκαστα ποιήσω καθὼς πρόκιται. Κρονίων Ἡρωδίωνος συνδιῄρημαι ἐπὶ
τοῦ παρόντος καὶ λέλογχα εἰς τὸ ἐπιβάλλον μοι μέρος τὸν προγεγραμμένον δοῦλον Ἡρακλᾶν καὶ ἕκαστα ποιήσω καθὼς πρόκειται. Ἁρυώτης νεώτερος
ὃς καὶ Ἀραβάρχης Ἡρωδίονος συνδιῄρημαι ἐπὶ τοῦ παρόντος καὶ λέλογχα εἰς τὸ ἐπιβάλλον μοι μέρος τὰς προγεγραμμένας δούλας δύο
Τερμουθάριον καὶ Ἡρακλοῦν χωλὴν καὶ ἕκαστα ποιήσω καθὼς
πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.