Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.mich.5.259 4. Apr. 33Tebtynis (Arsinoites)

Cession of Catoecic Land via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 12094. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r,msup] Ἡρακλῆς ὡς ἐτῶν[…]οὐλὴ τραχήλῳ ἐκ δεξιῶν. Χαιρήμων ὡς ἐτῶν κα οὐλὴ δακτύλῳ μικρῷ χειρὸςἀριστερᾶς. Φαρμοῦθι θ. ὑπογραφεῖς Κολλοῦθος ὡς ἐτῶν κη οὐλὴ καρπῷ δεξιῷ, Πτολεμαῖος ὡς ἐτῶν κϛ οὐλὴ πήχει ἀριστερῷ. [r,ctr] ἔτους ἐννεακαιδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Δαισίου ἐνάτῃ Φαρμοῦθι θ, ἐν Τεβτύνει τῆς Πολέμωνοςμερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἡρακλῆς Χαιρήμωνος τοῦ καὶ Μιέους Ὀννώφριος Μακεδὼν τῶν κατοίκων ἱππέων ὡς ἐτῶν …[…]…, οὐλὴ τραχήλωι ἐκ δεξιῶν, Χαιρήμωνι τῷ καὶ Ὀννώφρι Ὡρίωνος ὡς ἐτῶν εἴκοσι ἑνός, οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς, παρακεχωρηκέναι αὐτῷ Ὀννώφρι ὥστε αὐτῷ καὶ ἐκγόνοις αὐτοῦ καὶ τοῖς παρὰ αὐτοῦ εἰς μετεπιγραφήν, ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον, ἀπὸ τοῦ ὑπάρχοντος αὐτῷ περὶ Τεβτύνει κλήρου κατοικικοῦ ἀρούρας πέντε σχοινίωι ἐνενηκονταεξαπήχει ἐν δυσὶ σφραγῖσι, αἵ εἰσιν τῶν ἠμελημένων ἐξ ὑπολόγου· ὧν γείτονες τῆς πρώτης σφραγῖδος ἥ ἐστιν ἀρουρῶν τριῶν ἐν τοῖς Αμμηγινοις λεγομένοις, νότου Ἡρακλείδου τοῦ Χαιρήμωνος κλῆρος, ἀπηλιώτου τοῦ αὐτοῦ Ἡρακλείδου κλῆρος, βορρᾶ χέρσος, λιβὸς Κρονίδου τοῦ Ἁρυώτου κλῆρος· γείτονες δὲ καὶ τῆς δευτέρας σφραγῖδος ἥ ἐστιν τῶν λοιπῶν ἀρουρῶν δύο ἐν τῇ Κανάβει λεγομένῃ νότου υἱῶν Χαιρήμωνος κλῆρος, βορρᾶ Αὐνήους τοῦ Ἀφροδισίου κλῆρος, λιβὸς Ἀκουσιλάου καὶ Σερᾶτος κλῆρος, ἀπηλιώτου Ὀρσέου Ὀρσέου τοῦ γναφέως κλῆρος· ὑπὲρ ὧν καὶ ἐπιτελέσειν τὸν Ἡράκλειον τὰς καθηκούσας οἰκονομίας τῆς εἰς τὸν Ὀννῶφριν μετεπιγραφῆς καὶ παραχωρήσεως διὰ τοῦ κατοικικοῦ λογιστηρίου καὶ ἀπέχειν τὸν Ἡρακλῆν παρὰ τοῦ πριαμένου τὸ ἑσταμένον ἀργυρικὸν παραχωρητικὸν πᾶν κεφάλαιον, καὶ βεβαιώσειν αὐτόν τε Ἡρακλῆν καὶ τοὺς παρʼ αὐτοῦ τῷ Ὀννῶφρι καὶ τοῖς παρʼ αὐτοῦ τὰ κατὰ τὴν παραχώρησιν ταύτην πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων ὀφειλημάτων πάντων καὶ ἐπιγραφῶν πασῶν καὶ παντὸς εἴδους τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τοῦ διεληλυθότος ὀκτωκαιδεκάτου ἔτους καὶ αὐτοῦ τοῦ ὀκτωκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως διὰ παντὸς ἐπὶ τὸν ἅπαντα χρόνον. ὑπογραφεῖς τοῦ μὲν ὁμολογοῦντος Κολλοῦθος Μιεῦτος ὡς ἐτῶν εἴκοσι ὀκτώ, οὐλὴ καρπῶι δεξιῶι, καὶ τοῦ ἄλλου Πτολεμαῖος νεώτερος Ἀκουσιλάου ὡς ἐτῶν κϛ, οὐλὴ πήχει δεξιῶι. Ἡρακλῆς Χαιρήμωνος τοῦ καὶ Μιεῦτος Ὀννώφρεως Μακεδὼν τῶν κατοίκων ἱππέων ὁμολογῶ παρακεχωρηκέναι Χαιρήμωνι τῶι καὶ Ὀννῶφρι Ὡρίωνος ὥστε αὐτῶι Χαιρήμωνι καὶ γόνοις αὐτοῦ καὶ τοῖς παρʼ αὐτοῦ εἰς μετεπιγραφὴν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ τοῦ ὑπάρχοντός μοι περὶ Τεβτῦνιν κλήρου κατοικικοῦ ἀρούρας πέντε σχοινίωι ἐνενηκονταεξαπήχει ἐν δυσὶ σφραγῖσι αἵ εἰσιν ἐωνημέναι ἐξ ὑπολόγου· ὧν γείτονες τῆς πρώτης σφραγῖδος, ἥ ἐστιν ἀρουρῶν τριῶν ἐν τοῖς Αμμηγινοις, γείτονες νότου Ἡρακλείδου τοῦ Χαιρήμωνος κλῆρος, ἀπηλιώτου τοῦ αὐτοῦ Ἡρακλείδου κλῆρος, βορρᾶ χέρσος, λιβὸς Κρονίδου τοῦ Ἁρυώτου κλῆρος· γείτονες δὲ τῆς δευτέρας σφραγῖδος ἥ ἐστιν τῶν λοιπῶν ἀρουρῶν δύο ἐν τῇ Κανάβει λεγομένῃ νότου υἱῶν Χαιρήμωνος κλῆρος, βορρᾶ Αὐνήου τοῦ Ἀφροδισίου κλῆρος, λιβὸς Ἀκουσιλάου καὶ Σερᾶτος κλῆρος, ἀπηλιώτου Ὀρσέου γναφέως κλῆρος· ὑπὲρ ὧν καὶ ἐπιτελέσω τὰς καθηκούσας τῆς εἰς τὸν Χαιρήμωνα μετεπιγραφῆς καὶ παραχωρήσεως διὰ τοῦ κατοικικοῦ λογιστηρίου· καὶ ἀπέχω παρʼ αὐτοῦ Χαιρήμωνος τὸ ἑσταμένον ἀργυρικὸν κεφάλαιον καὶ βεβαιώσω πάσῃ βεβαιώσει ἀπὸ δημοσίων πάντων τῶν ἐκ τῶν ἐπάνωχρόνων μέχρι τοῦ διεληλυθότος ὀκτωκαιδεκάτου ἔτους καὶ αὐτοῦ τοῦ ὀκτωκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Κολλοῦθος Μιεῦτος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Χαιρήμων ὁ καὶ Ὀννῶφρις Ὡρίωνος γέγονε εἴς με ἡ παραχώρησις τῶν προκιμένων ἀρουρῶν πέντε τοῦ κατοικικοῦ [… 1 line lost …] [v] ὁμολογία παραχωρήσεως ἀρουρῶν ε αρ

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.