no image
DDbDP-text
Cessione di terreno via HGV-meta
Linked by Trismegistos ID
TM 12393.
Each record below describes this same artifact or text from a different angle.
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, μηνὸς Καισαρείου ἐπαγομένων ἕκτηι, ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος
τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἡρώδης Πτολεμαίου τοῦ Ἡρακλείδου ὡς ἐτῶν πεντήκοντα ἐννέα , οὐλὴ καρπῷ ἀριστερῷ, Ἡροείδι
Σωτηρίχου τοῦ[…]ὡς ἐτῶν ἑξήκοντα πέντε , οὐλὴ χειρὶ ἀριστερᾷ, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Ἡρακλήου,
ὡς ἐτῶν πεντήκοντα ἕξ , οὐλὴ
[…]παρακεχωρηκέναι αὐτῆι Ἡροείδι ἀπὸ τοῦ νῦν ἐπὶ
τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον αὑτῶι Ἡρώιδηι πρότερον Δη[…]……σ…χ…[…]μέρος ἀρούρης τέταρτον ὄγδοον δυοτριακοστὸν τετρακαιεξηκοστὸν καὶ ἐπιβολῆς κώμης
ἄρουραν μίαν ἑκκαιδέκατον δυοτριακοστόν ιϛ λβ, ὧν ἐπὶ τὸ αὐτὸ ἀρουρῶν μιᾶς ἥμισυ ,
ἢ ὅσαι ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι, ἧς γείτονες νότου
ἐπʼ ἀπηλιώτην λοιπὸς τῆς αὐτῆς Ἡροείδος κλῆρος, λιβὸς Ταπετερεῦτος τῆς Πτολμίου κλῆρος, διʼ οὗ ποτίζουσι τὴν μίαν ἥμισυ ἄρουραν, ἀπηλιώτου Θαυβάστεως τῆς Πακήβκιος κλῆρος καὶ ἀπέχειν τὸν Ἡρώδην παρὰ τῆς Ἡροείδος τὸ παραχωρητικὸν κεφάλαιον
ἀργυρίου δραχμὰς ἑπτακοσίας ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσειν αὐτὸν τὸν Ἡρώδην καὶ τοὺς παρʼ αὐτοῦ τῆι αὐτῆι Ἡροείδι καὶ τοῖς παρʼ αὐτῆς τὰ παρακεχωρημένα … […]…α […]…απ…[…]
μέχρι τοῦ ἐνεστῶτος δευτέρου ἔτους καὶ αὐτοῦ δευτέρου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ
[…]…του· τὰ δʼ ὁμολογήματα μένειν κύρια.
[…]……… εἰ…ε……[…]
[…] εἶναι …[…]……[…]Ἡρακλῆς ὁ προγεγραμμένος καὶ ἐπιγραφόμενος τῆς Ἡροείδος κύριος […]
Ἡρώδης Πτολεμαίου τοῦ Ἡρακλίδου ὁμολογῶ παρακεχωρηκέναι Ἡροείδι Σωτηρίχου ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον μοι […]………
μέρος τέταρτονὄγδοον δυοτριακοστὸν τετρακαιεξηκοστὸν ἀρούρης καὶ ἐπιβολῆς κώμης ἄρουραν μίαν
ἑκκαιδέκατον τετρακαιεξηκοστόν , αἳ ἐπὶ
τὸ αὐτὸ ἄρουρα μία ἥμισυ , ἧς γείτονες νότου ἐπʼ ἀπηλιώτην τῆς αὐτῆς Ἡρωείδος κλῆρος, λιβὸς Τεπετερεῦτος κλῆρος, διʼ οὗ ποτίζεται ἡ μία
ἥμισυ ἄρουρα, ἀπηλιώτου Θαυβάστεως τῆςΠακήβκιος κλῆρος καὶ ἀπέχειν παραχρῆμα κεφάλαιον ἀργυρίου δραχμὰς ἑπτακοσίας ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ
βεβαιώσειν[…] πάντων …… εἴδους μέχρι τοῦ ἐνεστῶτος δευτέρου ἔτους καὶ αὐτοῦ δευτέρου ἔτους Τραιανοῦ τοῦ κυρίου ἀπὸ ιδι……
[…]καθὼς πρόκιται. Ἡρωεὶς Σωτηρίχου μετὰ κυρίου τοῦ ἀδελφοῦ Ἡρακλείου ἠγόρακα καθὼς πρόκειται. Ἡρακλῆς ἔγραψα ὑπὲρ αὐτῆς μὴ
εἰδυίας γράμματα, καθὼς πρόκειται. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ
μηνὸς Καισαρείου ἐπαγομένων ϛ. ἀναγέγραπται διὰ τοῦ ἐνΤεβτύνι γραφείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.