no image
DDbDP-text
Ἡρακλείδης Φιλοξένου Θρᾶιξ τῆς ἐπιγονῆς
ὁμολογεῖ παρακεχωρηκέναι Ἡνιόχωι Ἡνιόχου Κυρηναίωι τῆς ἐπιγονῆς τοῦ αὑτοῦ
ἀμπελῶνος οὗ εἶχεν περὶ Θεογενίδα
πλὴν τῶν τριῶν ἀρουρῶν καὶ τετάρτου τῆς
ἀμπέλου, ὧν ἐπρίατο Ἡνίοχος ἐκ τοῦ βασιλικοῦ τὰ λοιπὰ συγκύροντα τά τε
ὑποδοχεῖα καὶ τὸν κάλαμον καὶ τὴν ψιλὴν γῆν καὶ τὸ μέρος τῆς ληνοῦ ὅσα ἐν τῆι
… ὑποθήκηι διασεσάφηται ἔχειν
τασσόμενον ὑπὲρ αὐτῶν τὰ εἰς τὸ βασιλικὸν γινόμενα. ἀπέχει δὲ Ἡρακλείδης παρὰ Ἡνιόχου τὸ ἀνήλωμα χαλκοῦ
δραχμὰς πεντακοσίας. συγγραφοφύλαξ Κύδιππος Ἀγαθοκλέους […]…[…]…
τῆς ε ἱππαρχίας ἑκατοντάρουρος.
ἦν Ἡρακλείδης ὡς ἐτῶν δ[…][…]στρογγυλοπρόσωπος ἐπίγρυπος …[…].
Ἡνίοχος ὡς ἐτῶν …
Κύδιππος ὡς ἐτῶν ξε μέσος μελίχρως μακροπρόσωπος
ἐπίγρυπος οὐλὴ μετώπωι ἐξ ἀριστερῶν.
ἐγράφη ἔτους ιϛ …[…]αιου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.