no image
DDbDP-text
Deposit of Money via HGV-meta
Linked by Trismegistos ID
TM 10737.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ
Γερμανικοῦ Φαρμοῦθι ἑβδόμηι ἐν Τεπτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου. ὁμολογοῦσιν Χαιρήμων Ἁρμιύσιος
ὡς ἐτῶν τεσσεράκοντα ἑπτά , οὐλὴ καρπῶι ἀριστερῶι, καὶ ὁ τούτου
υἱὸς Ὀρσενοῦφις ὡς ἐτῶν εἴκοσι ἑνός , οὐλὴ κανθῶι ἀριστερῷ,
οἱ δύο Πέρσαι τῆς ἐπιγονῆς, καὶ ἡ τοῦ Χαιρήμωνος γυνὴ
Τεφερῶς Ὀρσενούφεως Περσίνη ὡς ἐτῶν τεσσεράκοντα ,
οὐλὴ ὀφρύι ἀριστερᾷ, μετὰ κυρίου τοῦ ἀνδρὸς Χαιρήμωνος,
οἱ τρεῖς ἀλλήλων ἔνγυοι εἰς ἔκτισιν, Λυσιμάχωι Διδύμου
ὡς ἐτῶν τριάκοντα πέντε , οὐλὴ ὀφρύι ἀριστερᾷ, ἔχειν
παρʼ αὐτοῦ Λυσιμάχου διὰ χειρὸς ἐξ οἴκου ἐν παραθήκηι ἀργυρίου
κεφαλαίου δραχμὰς τριάκοντα ἕξ , καὶ ἐπάναγκον
τοὺς ὁμολογοῦντας ἀποδώσειν τῶι Λυσιμάχωι τὰς
τῆς παραθήκης ἀργυρίου δραχμὰς τριάκοντα ἓξ
ὁπηνίκα ἐὰν ὁ Λυσίμαχος αἱρῆται ἄνευ πάσης
ὑπερθέσεως καὶ εὑρησιλογίας, τῆς πράξεως οὔσης
τῶι Λυσιμάχωι ἔκ τε τῶν ὁμολογούντων καὶ ἐξ ἑνὸς
καὶ ἐκ τῆς μιᾶς καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ
ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης.
ὑπογραφεὺς τοῦ υἱοῦ Ὀρσενούφεως Ἰσχυρίων Ἀχιλλέως
ὡς ἐτῶν τεσσαράκοντα ὀκτὼ οὐλὴ γενείωι ἐξ ἀριστερῶν
ΧαιρήμωνἉρμιήσιος καὶ ὁ υἱός μου Ὀρσενοῦφις
οἱ δύοΠέρσαι τῆς ἐπιγονῆς καὶ ἡ τοῦ Χαιρήμωνος γυνὴ Τεφερῶς Ὀρσενούφεως Περσίνη μετὰ κυρίου μου οἱ τρεῖς ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν
ὁμολογοῦμεν ἔχειν παρὰ Λυσιμάχου τοῦ Διδύμου
ἐν παραθήκῃ ἀργυρίου δραχμὰς τριάκοντα ἕξ ,
καὶ ἀποδώσω ὁπηνίκα ἐὰν αἱρῆται ὁ Λυσίμαχος ἀνυπερθέτως καθὼς πρόκιται. Χαιρήμων Ἁρμιήσιος Πέρσης τῆς ἐπιγονῆς ἔχω καὶ ἀποδώσω ὡς πρόκειται.
Ὀρσενοῦφις Χαιρήμονος Πέρσης τῆς ἐπιγονῆς ἔχω καὶ
συναποδώσω ὡς πρόκιται. Ἰσχυρίων Ἀχιλλέως ἐρωτηθεὶς
ἔγραψα ὑπὲρ αὐτοῦἀγραμμάτου.
Λυσίμαχοςγέγονε εἴς με ἡ ὁμολογία καθὼς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.