no image
DDbDP-text
Loan of Wheat via HGV-meta
Linked by Trismegistos ID
TM 10751.
Each record below describes this same artifact or text from a different angle.
αὐθεντικόν.
ἔτους τρεισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος
Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Τῦβι δεκάτῃ
ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν Χαιρήμων ὡς ἐτῶν
εἴκοσι πέντε οὐλὴ ἀντικνημίωι ἀριστερῶι καὶ
Κρονίων ὡς ἐτῶν εἴκοσι δύο οὐλὴ μετώπωι
μέσωι, ἀμφότεροι Ἀκουσιλάου, Πέρσαι τῆς ἐπιγονῆς,
ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν Λυσιμάχωι Διδύμου
τοῦ Λυσιμάχου ὡς ἐτῶν τριάκοντα δύο οὐλὴ κ[…]
δεξιῶι ἔχειν παρʼ αὐτοῦ ἔντοκον χρῆσιν πυροῦ
νέου καθαροῦ ἀδόλου ἀρτάβας ἐννέα δίμοιρον
μέτρωι τετραχοινίκωι ἰδίωι τοῦ Λυσιμάχου,
καὶ ἐπάναγκον τοὺς ὁμολογοῦντας Χαιρήμονα
καὶ Κρονίωνα ἐξ ἀλληλεγγύης ἀποδώσειν τῶι
Λυσιμάχωι τὰς τοῦ πυροῦ ἀρτάβας ἐννέα 𐅷
ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος τρεισκαιδεκάτου
ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ
ἐν τῆι προκιμένηι κώμηι Τεβτύνει ἄνευ πάσης
ὑπερθέσεως καὶεὑρησιλογίας, τῆς πράξεως οὔσης
τῶι Λυσιμάχωι ἔκ τε τῶν ὁμολογούντων
καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων
αὐτοῖς πάντων καθάπερ ἐκ δίκης. ὑπογραφεὺς
τῶν ὁμολογούντων Ἰσχυρίων Ἀχιλλέως ἐτῶν ν οὐλὴ γενείωι
ἐξ ἀριστερῶν. Χαιρήμων καὶ Κρονίων Ἀκουσιλάου, Πέρσαι τῆς ἐπιγονῆς ἀλλήλων ἔγγυοι
εἰς ἔκτισιν ἔχομεν παρὰ Λυσιμάχου Διδύμου ἔντοκον χρῆσιν πυροῦ ἀρτάβας ἐννέα 𐅷 μέτρωιτετραχοινίκωι ἰδίωι Λυσιμάχου καὶ ἀποδώσομεν ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος τρεισκαιδεκάτου ἔτους. Ἰσχυρίων Ἀχιλλέως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων
ὄντων. Λυσίμαχος γέγονε εἴς με ἡ ὁμολογία
καθὼς πρόκειται.[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.