no image
DDbDP-text
Sale of Vacant Lots via HGV-meta
Linked by Trismegistos ID
TM 15158.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον χαραγμοῦ. ἔτους πέμπτου Τιβερίου Καίσαρος Σεβαστοῦ
μηνὸς Μεσορὴ ἐπαγομένων πέμπτῃ κρ[…]
[…]
ἀντίγραφον ὑπογραφῆς. Κρονίων Πατύνεως μητρὸς Διδύμης
ὁμολογῶ πεπρακέναι Πιμῶτι Ὀρσενούφιος μητρὸς Τελεμάσιος
τοὺς ὑπάρχοντάς μοι ψιλοὺς τόπους σὺν τοῖς ἐνοῦσι φορτίοις ἐν Ταλεὶ τῆς Πολέμωνος μερίδος, ὧν μέτρα νότου
ἐπὶ βορρᾶ πήχεις εἴκοσι , λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις δέκα ἓξ[…]
φοτ[…] ἢ ὅσων ἐὰν ὦσιν καὶ τῶν συνκυρόντων πάντων,
ὧν γείτονες νότου ῥύμη βασιλική, βορρᾶ Πετερμούθεως Ὀρσεῦτος ψιλοὶ τόποι, λιβὸς Ὥρου τοῦ Ἡρακλήους ἔπαυλις, ἀπηλιώτου
Ἁρμιύσιος Σοκονεῦτος ψιλὸς τόπος. καὶ ἀπέχω παρὰ τοῦ πριαμένου
τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα
διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω πάσῃ βεβαιώσει ἐπὶ τὸν ἀεὶ
χρόνον, καὶ τὰ ἄλλα ποιήσω καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ
αὐτοῦ Ἡλιόδωρος Ἀπολλωνίδου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.
ἀντίγραφον ἄλλης ὑπογραφῆς. Πιμῶς Ὀρσενούφιος μητρὸς Τελεμάσιος
γέγονε εἴς με ἡ προκιμένη πρᾶσις τῶν προκιμένων τόπων
ψιλῶν καὶ ἔδωκα τὴν συνκεχωρημένην τιμὴν καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Θέων Διδύμου διὰ τὸ μὴ εἰδέναι αὐτὸν
γράμματα.
ἀντίγραφον σώματος. ἔτους πέμπτου Τιβερίου Καίσαρος Σεβαστοῦ
μηνὸς Μεσορὴ ἐπαγομένων πέμπτῃ ἀναγέγραπται διὰ Μαλχίωνος τοῦ πρὸς τὸ γραφεῖον Ταλεὶ καὶ ἄλλων κωμῶν τῆς Πολέμωνος
μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. συνγραφὴ πράσεως ψιλοῦ τόπου
σὺν τοῖς ἐνοῦσι φορτίοις πᾶσι ἐν Ταλεὶ τῆς Πολέμωνος μερίδος,
ὧν μέτρα νότου ἐπὶ βορρᾶ πήχεις εἴκοσι , λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις
δέκα ἓξ ἐπὶ παντὸς τοῦ πηχισμοῦ, ἢ ὅσαι ἐὰν ὦσι, καὶ τῶν συνκυρόντων πάντων, ὧν γείτονες νότου ῥύμη βασιλική,
βορρᾶ Πετερμούθεως Ὀρσεῦτος ψιλοὶ τόποι, λιβὸς Ὥρου τοῦ Ἡρακλήους
ἔπαυλις, ἀπηλιώτου Ἁρμιύσιος τοῦ Σοκέως ψιλοὶ τόποι, ἣν ποιεῖται Κρονίων Πατύνεως μητρὸς Διδύμης πεπρακέναι
Πιμῶτι Ὀρσενούφιος μητρὸς Τελεμάσιος καὶ ἀπέχειν τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ
χειρὸς ἐξ οἴκου καὶ βεβαιώσειν αὐτὸν τὴν πρᾶσιν ἐπὶ τὸν ἅπαντα χρόνον. ὑπογραφεὺς τοῦ ὁμολογοῦντος Ἡλιόδωρος Ἀπολλωνίδου ὡς ἐτῶν κγ, οὐλὴ παρὰ γαστροκνημίᾳ ἀριστερᾷ, τοῦ δὲ πριαμένου Θέων
Διδύμου ὡς ἐτῶν λθ, οὐλὴ μετώπῳ ἐκ δεξιῶν. τὰ ἄλλα ἀκολούθως
τῇ ὁμολογίᾳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.