Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.mich.5.261 December 26, 35 A.D.

Sale of Sacred Land via APIS-papyrus

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 47354. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] τόμος ἔτους δευτέρου καὶ εἰκοστοῦ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Περιτίου λ Χοιὰκ λ ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Χεῶς Ἁρμιύσιος, ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ ἀντίχειρι ἀριστερῶι, Μιεῦτι Φομσάειος, ὡς ἐτῶν μ οὐλὴ ἀντικνημίωι δεξιῶι, πεπρακέναι αὐτῷ τὴν ὑπάρχουσαν αὐτῶι πατρικὴν ἱερὰν γῆν ἀρούρας τρεῖς ἢ ὅσαι ἐὰν ὦσιν ἐπὶ τὸ πλέον, ὧν γείτονες νότου Ὀρσενούφιος τοῦ Ὡρουανχιοῦτος κλῆρος, βορρᾶ Μάρκου Ἰουλίου Ὕλλου κλῆρος, λιβὸς κοίτη λεγομένη, ἀπηλιώτου πρότερον Ψοσνεῦτος Ταπεσούριος κλῆρος· καὶ ἀπέχειν τὸν Χεῶν παρὰ τοῦ Μιεῦτος τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσειν αὐτόν τε Χεῶν καὶ τοὺς παρʼ αὐτοῦ τῶι Μιεῦτι καὶ τοῖς παρʼ αὐτοῦ τὰ κατὰ τὴν πρᾶσιν πάσῃ βεβαιώσει, ἀπὸ μὲν δημοσίων ὀφειλημάτων πάντων καὶ ἐπιγραφῶν πασῶν καὶ ναυβίων καὶ ἀρταβίας καὶ πλεονασμάτων καὶ ἐπιβολῆς κώμης καὶ τῶν ἄλλων πάντων τῶν ἀπαιτουμένων τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τοῦ διεληλυθότος ἑνὸς καὶ εἰκοστοῦ ἔτους καὶ αὐτοῦ τοῦ διεληλυθότος ἑνὸς καὶ εἰκοστοῦ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. εὐδοκεῖ δὲ ἡ μήτηρ Θαῆσις Ψοσνεοῦτος ὡς ἐτῶν μ οὐλὴ γόνατι δεξιῷ τῇ πράσει καὶ μὴ ἐπελεύσεσθαι. ὑπογραφεῖς τῶν ὁμολογούντων Ἡρακλῆς Ἡρώδου ὡς ἐτῶν ν οὐλὴ καρπῷ δεξιῷ, τοῦ ἄλλου Εἰσχυρίων Πάτρωνος ὡς ἐτῶν κε οὐλὴ μετώπῳ μέσῳ ὑπὸ τρίχα. Χεῶς Ἁρμιύσιος ὁμολογῶ πεπρακέναι Μιεῦτι Πομσάειος τὴν ὑπάρχουσάν μοι πατρικὴν ἱερὰν γῆν ἀρούρας τρεῖς ἢ ὅσον ἐὰν ὦσιν καὶ τὰ συνκύροντα πάντα ἐν Τεβτύνει, ὧν γείτονες νότου Ὀρσενούφις Ἀνχιοῦτος κλῆρος, βορρᾶ Ὕλλου κλῆρος, λιβὸς κοίτη, ἀπηλιώτου πρότερον Ψοσνεῦτος Ταπεσούριος κλῆρος. καὶ ἀπέχω τὴν τιμὴν ἐκ πλήρους καὶ βεβαιώσω ἀπὸ δημοσίων πάντων καὶ ἀρταβίας καὶ ναυβίου καὶ παντὸς εἴδους τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τοῦ διεληλυθότος ἑνὸς καὶ εἰκοστοῦ ἔτους καὶ αὐτοῦ τοῦ ἑνὸς καὶ εἰκοστοῦ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ. εὐδοκεῖ ἡ μήτηρ μου Θαῆσις Ψοσνεῦτος καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Ὀρσεῦς διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Μιεῦς Φομσάειος γέγονε εἴς με ἡ πρᾶσις καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἰσχυρίων Πάτρωνος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. [v] ὁμολογία ἱερᾶς γῆς ἀρουρῶν γ Μιεῦτος πρὸς Χεῶν.

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.