no image
DDbDP-text
Loan with Right of Habitation via HGV-meta
Linked by Trismegistos ID
TM 12272.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ
μηνὸς Δύστρου ἕκτῃ καὶ εἰκάδι Τῦβι ἕκτηι καὶ εἰκάδι ἐν Βακχιάδι τῆς
Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ […]
Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν πεντήκοντα οὐλὴ μετώπῳ μέσωι
Ἑρμᾶτι Πτολεμαίου ὡς ἐτῶν πεντήκοντα δύο οὐλὴ μετώπῳ μέσωι
ἔχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου ἐπισήμου
δραχμὰς ἑξήκοντα καὶ ἀντὶ τῶν τούτων τόκων
συγκεχωρηκέναι τὸν ὁμολογοῦντα ἐνοικεῖν τὸν Ἑρμᾶν καὶ τοὺς
παρʼ αὐτοῦ καὶ οὓς ἐὰν βούληται ἐπʼ ἐνιαυτὸν ἕνα ἀπὸ τοῦ προκειμένου
χρόνου ἐν τῶι ἐπιβάλλοντι αὐτῶι τῶι ὁμολογοῦντι πατρικῶι
εἰκοσιεβδόμωι μέρει κοινῶι καὶ ἀδιαιρέτωι πρὸς τὸν Ἑρμᾶν καὶ
ἑτέρους τόπων οἰκοπέδων καὶ τῶν συγκυρόντων πάντων
ἐν τῇ προγεγραμμένῃ κώμῃ, καὶ βεβαιώσειν τὸν ὁμολογοῦντα
καὶ τοὺς παρʼ αὐτοῦ τῶι Ἑρμᾷ καὶ τοῖς παρʼ αὐτοῦ τὰ κατὰ τὴν
ἐνοίκησιν ταύτην πάσῃ βεβαιώσει ἐπί τε τὸν κατʼ αὐτήν
καὶ ἐφʼ ὃν ἐὰν δέον ἦν ἐνοικεῖν χρόνον, καὶ παρεχέσθω ὁ ὁμολογῶν
μηδένα κωλύοντα τὸν Ἑρμᾶν μηδὲ τοὺς παρʼ αὐτοῦ ἐνοικοῦντας
ἐν τῶι σημαινομένῳ καὶ ἑτέρους ἐνοικίζοντας καὶ τὰ ἐνοίκια
ἀποφερομένους καὶ χρωμένους τοῖς τούτων χρηστηρίοις πᾶσι
ἀδιακωλύτως. καὶ μετὰ τὸν χρόνον ἀποδότω ὁ ὁμολογῶν
τῶι Ἑρμᾷ τὰς τοῦ ἀργυρίου δραχμὰς ἑξήκοντα, τῆς πράξεως
οὔσης τῶι Ἑρμᾷ ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων
αὐτῶι πάντων καθάπερ ἐκ δίκης. ὑπογραφεὺς τοῦ ὁμολογοῦντος
…[…]…[…]…[…]…[…] τοῦ δὲ ἄλλου εἰδότος γράμματα.
[…]ου Πέρσης τῆς ἐπιγονῆς ὁμολογῶ ἔχειν
παρὰ Ἑρμᾶτος Πτολεμαίου παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου
ἀργυρίου ἐπισήμου δραχμὰς ἑξήκοντα καὶ ἀντὶ τῶν τούτων
τόκων συγχωρήσω ὁ ὁμολογῶν ἐνοικεῖν τὸν Ἑρμᾶν καὶ
τοὺς παρʼ αὐτοῦ καὶ οὓς ἐὰν βούληται ἐπʼ ἐνιαυτὸν ἕνα
ἀπὸ τοῦ προκειμένου χρόνου ἐν τῷ ἐπιβάλλοντί μοι
πατρικῷ εἰκοσιεβδόμῳ μέρει κοινῷ καὶ ἀδιαιρέτῳ
πρὸς τὸν Ἑρμᾶν καὶ ἑτέρους τόπων οἰκοπέδων καὶ τῶν
συγκυρόντων πάντων ἐν τῇ προγεγραμμένῃ κώμῃ
καὶ βεβαιώσω τὰ κατὰ τὴν ἐνοίκησιν πάσῃ βεβαιώσει
ἐπί τε τὸν κατʼ αὐτὴν καὶ ἐφʼ ὃν ἐὰν δέον ἦν
ἐνοικεῖν χρόνον, καὶ ἀποδώσω τὰς τοῦ ἀργυρίου
δραχμὰς ἑξήκοντα ὡς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.