Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.mich.3.187 25. Aug. 75Bakchias (Arsinoites)

Contract for a Division of Property via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 11990. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ, μηνὸς Καισαρείου ἐπαγομένων δευτέρᾳ, ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσι ἀλλήλοις Ὡρίων Ὡρίωνος τοῦ Μενχείους ὡς ἐτῶν ἑβδομήκοντα , οὐλὴ μετώπῳ μέσῳ, καὶ Ὧρος Ὥρου τοῦ Πετεύριος ὡς ἐτῶν τεσσαράκοντα δύο , οὐλὴ καμπῇχειρὸς δεξιᾶς, οἱ δύο, διῃρῆσθαι πρὸς ἑαυτοὺς ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὰ ὑπάρχοντα αὐτοῖς μέρη πατρικῶν οἰκοπέδων καὶ αὐλῶν ἅπερ ἐστὶν τέταρτον μέρος καὶ τρίτον ἀπὸ δωδεκάτου μέρους, ὅ ἐστιν τριακόσθεκτον μέρος κοινῶν καὶ ἀδιαιρέτων ὄντων ἐν τρισὶ σφραγῖσι ἐν τῇ προγεγραμμένῃ κώμῃ Βακχιάδι ἐν τῇ λεγομένῃ Βορρείτει λαύρᾳ, ὧν πάντων αἱ γειτονείαι διὰ τῶν περὶ τούτων οἰκονομιῶν δηλοῦνται, καὶ ἐξ ἧς πεποίηνται πρὸς ἑαυτοὺς ἐξ εὐδοκούντων ἐκ κλήρου διαιρέσεως καὶ λελογχέναι τὸν μὲν Ὡρίωνα εἰς τὸ ἐπιβάλλον αὐτῷ μέρος τὸ προγεγραμμένον τέταρτον μέρος τῶν οἰκοπέδων καὶ αὐλῶν κοινὸν καὶ ἀδιαίρετον, τὸν δὲ Ὧρον καὶ αὐτὸν λελογχέναι εἰς τὸ καὶ αὐτῷ ἐπιβάλλον μέρος τὸ προγεγραμμένον τρίτον τοῦ δωδεκάτου μέρους, ὅ ἐστιν τριακόσθεκτον μέρος τῶν αὐτῶν οἰκοπέδων καὶ αὐλῶν κοινὸν καὶ ἀδιαίρετον, ὧν ἐστιν αὐτοῦ Ὥρου τὸ ἄλλο τριακόσθεκτον μέρος τῶν αὐτῶν οἰκοπέδων καὶ αὐλῶν, καὶ αὐτοῦ Ὥρου καὶ τοῦ ἑαυτοῦ ἀδελφοῦ, ὡς προφέρονται οἱ ἐμφερόμενοι, ἄλλο πατρικὸν δωδέκατον μέρος τῶν αὐτῶν οἰκοπέδων καὶ αὐλῶν, ὥστε τὸ ὅλον αὐτοῦ Ὥρου μόνου ὀκτωκαιδέκατον τετρακαιεικοστὸν μέρος τῶν αὐτῶν οἰκοπέδων καὶ αὐλῶν. ἐμμενέτωσαν οὖν οἱ ὁμολογοῦντες καὶ ἑκάτερος αὐτῶν καὶ οἱ παρʼ αὐτῶν ἐν τοῖς κατὰ τήνδε διαίρεσιν ταύτην σημαινομένοις πᾶσι καὶ μὴ ἐξεῖναι αὐτοῖς μηδὲ τοῖς παρʼ αὐτῶν ἀθετῆσαί τι τούτων διῃρημένων, ἀλλὰ δὲ ἕκαστον αὐτῶν καὶ τοὺς παρʼ αὐτῶν μεταλημψομένους κυριεύειν καὶ δεσπόζειν ὧν ἕκαστος αὐτῶν κεκλήρωται καθὼς πρόκειται, καὶ χρᾶσθαι ἕκαστον αὐτῶν καθʼ ὃν ἐὰν βούλωνται τρόπον ἀπαραποδίστως. καὶ πρὸς τὰ προκίμενα καὶ διῃρημένα πάντα, μηδένα αὐτῶν ἐγκαλεῖν μηδὲ ἐγκαλέσειν τῷ ἑτέρῳ μηδὲ ἐπελεύσεσθαι τρόπῳ μηδενὶ παρευρέσει μηδεμιᾷ. ὅ τι δʼ ἂν τῶν προγεγραμμένων παραβῇ τις τῶν ὁμολογούντων, ἀποτισάτω ὁ παραβὰς αὐτῶν τῷ ἐμμένωντι παραχρῆμα τὰ βλάβη διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς τριακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧσσον μενόντων τῶν διωμολογημένων καὶ διῃρημένων πᾶν διὰ παντὸς κυρίων ἐπὶ τὸν ἀεὶ χρόνον καθʼ ὅ τι καί ἐστιν. ὑπογραφεῖς τοῦ Ὡρίωνος Ὡρίων υἱὸς ὡς ἐτῶν πεντήκοντα πέντε οὐλὴ μετώπῳ ἐκ δεξιῶν, τοῦ δʼ ἄλλου Ἀμμώνιος Πτολεμαίου ὡς ἐτῶν πεντήκοντα δύο , οὐλὴ μήλῳ δεξιῷ. ἡ διαίρεσις ἥδε κυρία ἔστω. Ὡρίων Ὡρίωνος τοῦ Μενχήους ὁμολογῶ ἀνενηνοχέναι πρὸς Ὧρον Ὥρου τοῦ Πετεύρεος τὴν διαίρεσιν τῶν προγεγραμμένων μερῶν τῶν οἰκοπέδων καὶ κεκλήρωμαι τὸ τέταρτον μέρος, καὶ ὁ Ὧρος κεκλήρωται τὸ τρίτον τοῦ δωδεκάτου μέρους, ὅ ἐστιν τριακόσθεκτον μέρος ὧν ἐστιν αὐτοῦ ἄλλο τριακόσθεκτον μέρος καὶ αὐτοῦ καὶ τοῦ αὐτοῦ ἀδελφοῦ αὐτοῦ ἄλλο δωδέκατον μέρος καὶ εὐδοκῶ πᾶσι τοῖς προκειμένοις. ἔγραψεν ὑπὲρ αὐτοῦ Ὡρίων υἱὸς διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Ὧρος Ὥρου τοῦ Πετεύρεος ὁμολογῶ συνανενηνοχέναι τὴν διαίρεσιν τῶν μερῶν τῶν οἰκοπέδων καὶ κεκλήρωμαι τὸ τρίτον τοῦ δωδεκάτου μέρους, ὅ ἐστιν τριακόσθεκτον μέρος, ὧν ἐστίν μου ἄλλο τριακόσθεκτον μέρος καὶ ἐμοῦ καὶ τοῦ ἀδελφοῦ μου ἄλλο πατρικὸν δωδέκατον μέρος, καὶ εὐδοκῶ πᾶσι τοῖς προκειμένοις. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἀμμώνιος τοῦ Πτολεμαίου μὴ εἰδότος γράμματα. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου ἐπαγομένων β, ἀναγέγραπται διὰ τοῦ πρὸς τῷ γραφείῳ Βακχιάδος καὶ Ἡφαιστιάδος. [v] ὁμολογία ἀλλήλων Ὥρου καὶ Ὡρίωνος διαιρέσεως.

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.