no image
DDbDP-text
Divisione di area edificatoria via HGV-meta
Linked by Trismegistos ID
TM 12371.
Each record below describes this same artifact or text from a different angle.
ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Τῦβι δευτέρᾳ, ἐν[…]τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ.
ὁμολογοῦσιν ἀλλήλοις Ὧρος τοῦ Τεσενούφεως ὡς ἐτῶν[…]καὶ Τεσενοῦφις τοῦ Πέννειτος ὡς ἐτῶν[…]καὶ ὁ ὁμοπάτριος ἀδελφὸς αὐτοῦ Ὧρος
ὡς ἐτῶν[…]εν …ψιν[…]…[…] καὶ Φαῆσις τοῦ[…]εως ὡς ἐτῶν εἴκοσι[…]οὐλὴ δακτύλῳ[…]χειρὸς … […] … […]
ω[…]ς[…]διῃρῆσθαι πρὸς ἑαυτοὺς ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τοὺς ὑπάρχοντας αὐτοῖς[…] χωρ[…]…[…]…ει[…]ρ[…]οιη
[…]η πρ…[…]ν οἰκία καὶ αὐλή,
ὥστε εἶναι Ὥρου Τεσενούφεως τὸ τρίτον μέρος καὶ τῶν δύο Τεσενούφεως καὶ τοῦ ἀδελφοῦ
Ὥρου ἕτερον τρίτον μέρος καὶ Φαήσεως καὶ Πρωτινωνος κοινῶς τὸ ἕτερον τρίτον
μέρος, καὶ ἐξ ἧς πεποίηνται πρὸς ἑαυτοὺς ἐξ εὐδοκούντων ἐκ κλήρου διαιρέσεως κεκληρῶσθαι τὸν μὲν Ὧρον Τεσενούφεως τὸ
ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους τῶν ὅλων
τόπων τρίτον μέρος, οὗ μέτρα λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις δέκα πήχει τελείωι ξυλικῶι τεκτονικῷ ἐφʼ ὅσον ἄγουσι οἱ τόποι νότον ἐπὶ βορρᾶ,
τοὺς δε δύο Τεσενοῦφιν καὶ τὸν
ἀδελφὸν Ὧρον τὸ ἐκ τοῦ πρὸς λίβα μέρους τῶν ἐκ λιβὸς ἀπολοίπων τόπων ἥμισυ μερος διατεῖνον
νότον ἐπὶ βορρᾶ κατʼ ἐπιβολὴν τοῦ ὄντος παντὸς ἐδάφους, τὸν δὲ Φαῆσιν καὶ
Πρωτίωνα κοινῶς τὸ λοιπὸν τὸ ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους τῶν αὐτῶν ἐκ λιβὸς ἀπολοίπων τόπων ἥμισυ μέρος διατεῖνον
νότον ἐπὶ βορρᾶ κατʼ ἐπιβολὴν τοῦ ὄντος παντὸς
ἐδάφους, ἐφʼ ᾧ ὁ Τεσενοῦφις καὶ ὁ ἀδελφὸς Ὧρος ὑπολείψουσι ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους ἧς κεκλήρωνται μοίρης τόπον οὗ
μέτρα λιβὸς ἐπʼ ἀπηλιώτην πῆχυν ἕνα τοὺς ἐπι
[…]…ας ἀπολειπομε[…]πήχεις τρεῖς διατείνοντας νότον ἐπὶ βορρᾶ
ἐφʼ ὅλων τῶν τόπων εἰς κοινὴν εἴσοδον καὶ ἔξοδον ὧν κεκλήρωνται ὁ Τεσενοῦφις καὶ ὁ ἀδελφὸς Ὧρος καὶ
[…]…ι[…]λουτα[…] εἰς ἣν ἐξεν…ρ… αὐτῶν α…[…]… ὧν κεκλήρωνται θύρας καὶ φῶτα θυρίδων τρία , τὸν δὲ Ὧρον
Τεσενούφεως ἑαυτῶι ἀνοίγειν
[…]υ κεκλη…[…]…υ […]δ[…]σειτητην ἀπὸ νότου κατʼ ἀπηλιώτην ῥύμας βασιλικάς· κοινῶς δὲ ἀποίσονται τὸ ὂν κόπριον ἐν ὅλοις τοῖς
τόποις ἕκαστος κατὰ τὸ μέρος ἐν μησὶ
τέσσαρσι ἀπὸ τῆς προκειμένης ἡμέρας, ἕκαστος δὲ ἀποίσεται ἃ ἔχει ἐν ὅλοις τοῖς τόποις ἴδια φορτία, ἃ καὶ ἀποθήσεται ἐν ὧι
κεκλήρωται μέρος ἐν μησὶ δυσί · κοινὸν δὲ εἶναι
τὸν ὄντα …[…]μύλον Θηβαϊκὸν σὺν τραπέζῃ. ἐνμενέτωσαν οὖν οἱ ὁμολογοῦντες καὶ ἑκάτερον αὐτῶν καὶ τοὺς παρʼ αὐτῶν ἐν πᾶσι
τοῖς κατὰ τήνδε τὴν
διαίρεσιν ὁμολογουμένοις, καὶ μηδενὶ αὐτῶν ἐξεῖναι παραβῆναί τι τούτων μηδὲ ἐπελεύσεσθαι ἐπʼ ἀλλήλους περὶ ὧν ἑκάτερος κεκλήρωται, ἢ ὁ παραβὰς αὐτῶν
…[…]… ἐκτίσῃ τῷ ἐνμένοντι τὰ βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς διακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας,
καὶ μηδὲν ἧσσον χωρὶς τοῦ τὰ διωμολογημένα κύρια εἰναι καὶ ἀμετακίνητα διὰ παντός, ὑπογραφεῖς Ἰσχυρίων Ἰσχυρίωνος ἐτῶν … οὐλὴ γόνατι ἀριστερῷ
καὶ Μαρεψῆμις Πακήβκιος ἐτῶν με ἄσημος καὶ Πακῆβκις Ψοίφεως
ἐτῶν[…]ἄσημος. Ὧρος Τεσενούφεωςὁμολογῶ πεποιῆσθαι τὴν διαίρεσιν καὶ κεκληρῶσθαι τὸ ἀπηλιωτικὸν μέρος, οὗ μέτρα λιβὸς ἐπʼ
ἀπηλιώτην πήχεις δέκα
διατείνοντες νότον ἐπὶ βορρᾶ καὶ ἐνμενῶ πᾶσι καθὼς πρόκειται. ἔγραψε ὑπὲρ αὐτοῦ Ἰσχυρίων Ἰσχυρίωνος μὴ εἰδότος γράμματα.
Τεσενοῦφις καὶ Ὧρος ἀμφότεροι Πέννειτος ὁμολογοῦμεν πεποιῆσθαι τὴν διαίρεσιν καὶ κεκληρῶσθαι τὸ λιβικὸν μέρος καὶ ἐνμενοῦμεν καθὼς πρόκιται.
ἔγραψε ὑπὲρ αὐτῶν Μαρεψῆμις Πακήβκιος μὴ εἰδότων γράμματα Φαῆσις καὶ Προτίωνος ὁμολογοῦμεν πεποιῆσθαι τὴν διαίρεσιν καὶ κεκληρῶσθαι τὸ κατὰ μέσον τόπον καὶ ἐνμενοῦμεν πᾶσιν καθὼς
πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Πακῆβκις Ψοίφεως μὴ εἰδότων γράμματα. ἀναγέγραπται διὰ Τουρίου
τοῦ καὶ Ἀπολλωνίου τοῦ πρὸς τῷ γραφείῳ Τεβτύνεως καὶ Κερκεσούχων Ὄρους Πολέμωνος μερίδος.
ἔτους δ Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Τῦβι δευτέρᾳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.