Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.mich.3.186 21. Febr. 72Bakchias (Arsinoites)

Contract for a Division of Property via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 11989. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] κϛ ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ, μηνὸς Ξανδικοῦ ἕκτῃ καὶ εἰκάδι, Μεχεὶρ κϛ, ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσι ἀλλήλοις Ὡρίων Ὡρίονος τοῦ Μενχείους ὡς ἐτῶν ἑξήκοντα ἐννέα , οὐλὴ μετώπωι μέσωι, καὶ Ὧρος Ὥρου τοῦ Πετεύρεος ὡς ἐτῶν τριάκοντα ἐννέα , οὐλὴ καμπῇ χειρὸς δεξιᾶς, οἱ δύο , διῃρῆσθαι πρὸς ἑαυτοὺς ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὰ ὑπάρχοντα αὐτοῖς μέρη πατρικῶν οἰκοπέδων καὶ αὐλῶν ἅπερ ἐστὶν τέταρτον μέρος καὶ τρίτον ἀπὸ δωδεκάτου μέρους, ὅ ἐστιν τριακόστεκτον μέρος κοινῶν καὶ ἀδιαιρέτων ὄντων ἐν τρισὶ σφραγῖσι ἐν τῇ προγεγραμμένῃ κώμῃ Βακχιάδι ἐν τῇ λεγομένῃ Βορρίτι λαύρᾳ, ὧν πάντων αἱ γειτονείαι διὰ τῶν περὶ τούτων οἰκονομιῶν δηλοῦνται, καὶ ἐξ ἧς πεποίηνται πρὸς ἑαυτοὺς ἐξ εὐδοκούντων ἐκ κλήρου διαιρέσεως καὶ λελογχέναι τὸν μὲν Ὡρίωνα εἰς τὸ ἐπιβάλλον αὐτῷ μέρος τὸ προγεγραμμένον τέταρτον μέρος τῶν οἰκοπέδων καὶ αὐλῶν κοινὸν καὶ ἀδιαίρετον, τὸν δὲ Ὧρον καὶ αὐτὸν λελογχέναι εἰς τὸ καὶ αὐτῷ ἐπιβάλλον μέρος τὸ προγεγραμμένον τρίτον τοῦ δωδεκάτου μέρους, ὅ ἐστιν τριακόστεκτον μέρος τῶν αὐτῶν οἰκοπέδων καὶ αὐλῶν κοινὸν καὶ ἀδιαίρετον, ὧν ἐστιν τοῦ αὐτοῦ Ὥρου καὶ τοῦ ἀδελφοῦ αὐτοῦ, ὡς προφέρονται οἱ ἐνφερόμενοι, ἄλλο πατρικὸν δωδέκατον μέρος τῶν αὐτῶν οἰκοπέδων καὶ αὐλῶν. ἐμμενέτωσαν οὖν οἱ ὁμολογοῦντες καὶ οἱ παρʼ αὐτῶν ἐν τοῖς κατὰ τήνδε τὴν διαίρεσιν ταύτην σημαινομένοις πᾶσι καὶ μὴ ἐξεῖναι αὐτοῖς μηδὲ τοῖς παρʼ αὐτῶν ἀθετῆσαί τι τῶν διῃρημένων, ἀλλὰ δὲ καὶ ἕκαστον αὐτῶν καὶ τοὺς παρʼ αὐτῶν μεταλημψομένους κυριεύειν καὶ δεσπόζειν ὧν ἕκαστος κεκλήρωται καθὼς πρόκιται, καὶ χρῆσθαι ἕκαστον καθʼ ὃν ἐὰν βούληται τρόπον ἀπαραποδίστως. καὶ πρὸς τὰ διῃρημένα μηδένα αὐτῶν ἐγκαλέσειν τῷ ἑτέρῳ μηδὲ ἐπελεύσεσθαι τρόπῳ μηδενὶ παρευρέσει μηδεμιᾷ. ὅ τι δʼ ἂν τῶν προγεγραμμένων παραβῇ τις αὐτῶν, ἀποτισάτω ὁ παραβὰς τῷ ἐνμένοντι παραχρῆμα τὰ βλάβη διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς διακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧσσον ἡ διαίρεσις ἥδε κυρία ἔστω ἐπὶ τον ἅπαντα χρόνον. ὑπογραφεῖς τοῦ Ὡρίονος Διόσκορος υἱὸς αὐτοῦ ὡς ἐτῶν λγ, οὐλὴ ὀφρύι δεξιᾷ, τοῦ Ὥρου Ἀμμώνιος Πτολεμαίου ὡς ἐτῶν ν, οὐλὴ μήλῳ δεξιῶι. Ὡρίων Ὡρίωνος τοῦ Μενχῆος ὁμολογῶ ἀνενηνοχέναι πρὸς Ὧρον Ὥρου τοῦ Πετεύριος τὴν διαίρεσιν τῶν προγεγραμμένων μερῶν τῶν οἰκοπέδων καὶ αὐλῶν καὶ κεκλήρωμαι τὸ τέταρτον μέρος, καὶ ὁ Ὧρος κεκλήρωται τὸ τρίτον τοῦ δωδεκάτου μέρους, ὅ ἐστιν τριακόστεκτον μέρος, καὶ εὐδοκῶ πᾶσι τοῖς προκιμένοις καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Διόσκορος υἱὸς διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Ὧρος Ὥρου τοῦ Πετεύριος ὁμολογῶ συνανενηνοχέναι τὴν διαίρεσιν καὶ κεκλήρωμαι τὸ τρίτον τοῦ δωδεκάτου μέρους, ὅ ἐστιν τριακόστεκτον μέρος, καὶ εὐδοκῶ πᾶσι τοῖς προκειμένοις καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἀμμόνιος Πτολυμαίου μὴ εἰδότος γράμματα. ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ, Μεχεὶρ κϛ, ἀναγέγραπται διὰ τοῦ πρὸς τῷ γραφείῳ Βακχιάδος καὶ Ἡφαιστιάδος [v] ὁμολογία ἀλλήλων Ὥρου καὶ Ὥρίονος διαιρέσεως μερῶν οἰκοπέδων[…]

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.