no image
DDbDP-text
Linked by Trismegistos ID
TM 4342.
Each record below describes this same artifact or text from a different angle.
κύριος ἔστω […] χρόνον ἐνεγκὼν […]υ […] τ[…] … […] … τὰς πεντακοσίας δραχμὰς τὸ ἐνοίκιον καὶ τὸ ἀνάλωμα τὸ γενόμενον κομίσηται[…] Δαιμαχ[…]βεβαιούτω δὲ
Διοδώρωι καὶ τοῖς παρὰ Διοδώρου ἃ μεμίσθωκεν κατὰ τὴν συγγραφὴν ταύτην εἰς τὸν συγγεγραμμένον χρόνον καθʼ ἃ μεμίσθωκεν. ἐὰν δὲ μὴ βεβαιώσηι, ἀλλʼ ἐγβάλληι Δαίμαχος ἢ τῶν παρὰ Δαιμάχου τις ἢ ἄλλος τις ὑπὲρ
Δαιμάχου καθʼ ὁντινοῦν τρόπον Διόδωρον ἢ τοὺς παρὰ Διοδώρου ἐξ ὧν μεμίσθωται πρὸ τοῦ χρόνου ᾒ τοῦ χρόνου παρελθόντος πρὸ τοῦ αὐτοὺς κομίσασθαι τὰς πεντακοσίας δραχμὰς τὸ ἐνοίκιον καὶ τὸ ἀνάλωμα τὸ γενόμενον, ἡ τε ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω, καὶ προσαποτεισάτω Δαίμαχος ἢ ὁ ἐπελθὼν ὑπὲρ αὐτοῦ
Διοδωρωι ἢ τοῖς παρὰ Διοδώρου καθʼ ἑκάστην ἔφοδον ἐπίτιμον ἀργυρίου δραχμὰς πεντακοσίας καὶ τὰς πεντακοσίας δραχμὰς τὸ ἐνοίκιον καὶ τὸ ἀνάλωμα τὸ γενόμενον παραχρῆμα, καὶ μηθὲν ἧσσον κυριευέτω Διόδωρος
καὶ οἱ παρὰ Διοδώρου ὧν μεμίσθωται ἕως ἂν ὁ χρόνος τῆς μισθώσεως διέλθηι καὶ τὰς πεντακοσίας δραχμὰς τὸ ἐνοίκιον
καὶ τὸ ἀνάλωμα τὸ γενόμενον κομίσηται κατὰ τὰ γεγραμμένα, καὶ ἡ πρᾶξις ἔστω Διοδώρωι καὶ τοῖς παρὰ Διοδώρου παρὰ Δαιμάχου καὶ ἐκ τῶν Δαιμάχου πράσσοντι κατὰ τὸ διάγραμμα. ἔγγυος εἰς ἔκτισιν τῶν πεντακοσίων δραχμῶν καὶ τοῦ ἀναλώματος τοῦ γενομένου καὶ τῶν κατὰ τὴν συγγραφὴν ταύτην πάντων Ἀγήνωρ Δαιμάχου Μακεδὼν τῆς ἐπιγονῆς. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες.
[…]το…[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.