no image
DDbDP-text
Registry Roll of Copies via HGV-meta
Linked by Trismegistos ID
TM 17215.
Each record below describes this same artifact or text from a different angle.
[A]
[…]ἐξέστη Σαμμώνης τοῦ δεῖνος,[…]τῶν
ὑπαρχουσῶν αὐτῶι χωρῶν τῶν οὐσῶν ἐν Τετύρωι κώμηι, ἀντὶ δανείου ἀργυρίου καλοῦ δραχμῶν δισχιλίων, ἃς ἔφη
Σαμμώνης ὁ αὐτὸς ἔχειν παρὰ Ἀβδαλλάθου τοῦ Βα[…]
ἐπὶ ὑποθήκηι τῶν προδιασαφουμένων χωρῶν πασῶν[…]
[…]ων καὶ μὴ ἐμποιεῖσθαι μηδενὸς […]
[…]χωρῶν καὶ τῶν ἐνόντων ἀμπέλων[…]
[…]τρόπωι μηδενὶ μηδὲ παρευρέσει μηδεμιᾶι, ἐὰν δὲ μή, εἶναι τὴν ἐμποίησιν ἄκυρον
[…] αὐτὸν δὲ Σαμμώνην ἢ τὸν παρὰ ταῦτα ἀγηγοχότα ἔνοχον εἶναι[…]
ἀργυρίου καλοῦ δραχμὰς δισχιλίας καὶ τὴν ἔκστασιν ταύτην εἶναι καὶ οὕτως κυρίαν.
[…] μάρτυρες· Ἡλιόδωρος στρατηγὸς καὶ ἐπιστάτης τῆς πόλεως[…]
[…] Κόνων Νικοστράτου.
[B]
η ι
[…]ἔδωκεν ὁ δεῖνα Σελεύκου τοῦ Θεομνήστου Εὐρωπαῖος ὁ ἐπικαλούμενος[…]
καὶ τῶν σωματοφυλάκων Ἀμαθιάραι τῆι θυγατρὶ αὐτοῦ, Ἀρτεμιδώρου δὲ τοῦ δεῖνος Εὐρωπαίου γυναικί, ἀνθʼ ὧν ἔφη
εὐχρηστηθῆναι αὐτὸν ὑπʼ αὐτῆς ἐν πλείοσιν, σώματα αὐτοῦ δουλικὰ[…]οἷς ὀνόματα[…]
[…]ὡς ἐτῶν δεκαδύο, καὶ Βαρβαιζαβαδάτη[…]ἐφʼ ὧι διαμενεῖ τὰ δεδομένα κυρίως εἰς ἅπαντα
τὸν χρόνον Ἀμαθιάραι καὶ τέκνοις αὐτῆς καὶ ἀπογόνοις καὶ τοῖς μεταληψομένοις παρʼ αὐτῶν, καὶ οὐκ ἀθετήσει ὁ δεῖνα τὴν δόσιν
ταύτην, ἐὰν δὲ ἀθετήσηι αὐτὸς ἢ ἕτερος ἐκ τοῦ αὐτοῦ λόγου, ἡ μὲν ἀθέτησις ἔσται ἄκυρος, ὁ δὲ δεῖνα ἢ ὁ παρὰ ταῦτα ἀγηγοχὼς ἔνοχος ἔσται τοῖς διηγορευμένοις ἐπιτίμοις κατὰ τῶν τὰς δόσεις ἀνασκευαζόντων καὶ ἡ δόσις αὕτη ἔσται καὶ οὕτως κυρία. μάρτυρες·[…]
[…]χρεοφύλακες, Ὄλυπμος Λυσίου, Ἀρτεμίδωρος Θεοδώρου[…]
[C]
κ α τ
[…]Κόνων τοῦ δεῖνος Εὐρωπαῖος, φάμενος[…]ρα δεδανεικέναι κατὰ μέρος[…]κατὰ συγγραφὴν δανείου γενομένην[…]
[…]Ἀριαβάζωι Ἀριαβάζου, Ἀβιδγιναίωι Β[…][…]δωι[…]ου, Ὀρτονοπάτηι[…]ου, Ζωβαίωι[…]ου, Μοκείμῳ Ναβου[…]
[…]ἐπὶ ὑποθήκηι τοῖς ὑπάρχουσιν αὐτοῖς πᾶσιν, οὖσι δὲ παρὰ τοῖς κυρίοις, τὸ δὲ προγεγραμμένον ἀργύριον καὶ τοὺς τόκους ἀποδώσειν[…]
[…]σον, ἐὰν δὲ μὴ ἀποδῶσιν ἐν τῶι ὡρισμένωι χρόνωι,[…]
[…]διαστολαῖς, περὶ ὧν καὶ προσαγγελίαν ἐπιδέδωκεν ὁ Κόνων[…]καὶ περὶ
τούτων ἐδέξατο ἀπʼ αὐτῶν μαρτυρίαν, ἔτι δὲ καὶ περὶ ἑτέρων τινῶν διὰ τῶν αὐτῶν χρεοφυλάκων ἐπιδέδωκεν ἄλλην προσαγγελίαν[…]καὶ ἐδέξατο
[…]μαρτυρήσαντος τοῦ Ἡλιοδώρου κατὰ τὴν αὐτὴν μαρτυρίαν ὅτι ἦσαν οἱ δεδανεισμένοι Ἀριάβαζος Ἀβιδγιναῖος[…]
[…]δος Ὀρτονοπάτης Μόκειμος καὶ Ζωβαῖος οἱ ἐπάνω ὄντες Εὐρωπαῖοι κατὰ τὴν προδηλουμένην συγγραφὴν[…]
[…]ἐξωμολογήσατο Κόνων ὁ αὐτὸς ἀπέχειν παρὰ τῶν προγεγραμμένων[…]Ἀριαβάζου Ἀβιδγιναίου[…]
[…]δου Ὀρτονοπάτου Ζωβαίου καὶ Μοκείμου ι[…]καὶ εἰς τὸν ἅπαντα
χρόνον μήτε ἐνκαλεῖν μήτε ἐνκαλέσειν τοῖς περὶ τὸν Ἀριάβαζον πᾶσι μηδὲ περὶ[…]
[…]τῶν ἐν τῆι προσαγγελίαι τῆι προδηλουμένῃ
ἐπιδοθείσῃ καὶ […]
[…]ἐὰν δὲ ἐνκαλέσηι αὐτὸς ἢ ἕτερος ἐκ τοῦ αὐτοῦ λόγου, τὸ μὲν ἔνκλημα εἶναι ἄκυρον[…]
[…]καὶ ἐκτείσειν τοῖς περὶ τὸν Ἀριάβαζον καὶ τοῖς τῶν μετηλλαχότων τέκνοις καὶ ἀπογόνοις καὶ τοῖς μεταληψομένοις παρʼ αὐτῶν
[…]δεδωκέναι δὲ τὸν Κόνωνα τοῖς περὶ τὸν Ἀριάβαζον ἐπίλυσιν δανείου καὶ ἄφεσιν[…]
[…]μάρτυρες· Ἡλιόδωρος στρατηγὸς καὶ ἐπιστάτης τῆς πόλεως, Ὀρτονοπάτης[…]
[…]Κόνων ὁ ἐπάνω ἐχρημάτισα.
[D]
[…]ἐδάνεισεν[…]αζος τοῦ δεῖνος[…]τοῦ[…]αμήλου τῶν ἀπὸ Λακείτης κώμης[…]τῶι δεῖνι[…]
[…]ἀργυρίου καλοῦ Τυρίου κόμματος δραχμὰς ἑπτακοσίας ὀγδοήκοντα[…]
[…]ας ἐπὶ ὑποθήκῃ τοῖς ὑπάρχουσιν αὐτῶι πᾶσι, οὖσι δὲ παρὰ τῶι κυρίωι[…]
[…]ἀπὸ τοῦ ἐνεστῶτος χρόνου παρέξεται αὐτῶι δουλικὰς χρείας,[…]οὐ γιγνόμενος ἀφήμερος οὔτε ἀπόκοιτος ἄνευ τῆς τοῦ[…]άζου γνώμης, ἐὰν δὲ ἀφημερεύσηι ἢ ἀποκοιτήσηι[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.