no image
DDbDP-text
Linked by Trismegistos ID
TM 22813.
Each record below describes this same artifact or text from a different angle.
[B]
β Πόλιτος[…] δραχμῶν Βπ
ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Παρθικοῦ
Μεγίστου Βρεταννικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ μηνὸς Πανήμου Φαρμοῦθι δ
διὰ τῆς Ἀνουβίωνος Ἀμμωνίου Ματιδίου τοῦ καὶ Καλλιτεκνείου ἐν Ἀντινοουπόλει
χρηματιστικῆς τραπέζης. Πόλεις Κάστορος Διοσκόρου μητρὸς Θεῦτος ἀπὸ ἐποικίου Χαιρεφάνους
τοῦ Ἑρμοπολίτου νομοῦ Εὐδαίμονι Ἀμμωνίου Ἀμμωνοῦτος Σαβεινίῳ τῷ καὶ Τροφωνιεῖ ὡς ἐτῶν μθ οὐλὴ γόνυ ἀριστερὸν ἀπεσχηκέναι τὸν Εὐδαίμονα παρὰ τοῦ Πόλιτος κατὰ τήνδε τὴν διαγραφὴν ἃς ἐδάνεισεν αὐτῷ τῷ ἐνεστῶτι ἔτεικΦαμενὼθ θ ἐν Μέμφιδι κατὰ διαγραφὴν τῆς ἐν τῇ αὐτῇ Μέμφιδι Βερνικιανοῦ Μεθυσίωνος τραπέζης ἀργυρίου
κεφαλαίου δραχμὰς δισχιλίας ὀγδοήκοντα γίνονται ἀργυρίου δραχμαὶ Βπ, τοὺς δὲ τούτων δραχμιαίους τόκους μέχρι τῆς ἐνεστώσης ἡμέρας προφέρεται ὁ Εὐδαίμων ἀπειληφέναι παρʼ αὐτοῦ κατὰ μέρος διὰ χειρὸς τὰ πάντα εἰς περίλυσιν
καὶ μηδὲν ἐγκαλεῖν μηδὲ ἐγκαλέσειν τὸν Εὐδαίμονα μηδὲ τοὺς παρʼ αὐτοῦ μηδὲ ἄλλους ὑπὲρ αὐτοῦ τῷ Πόλιτι μηδὲ τοῖς παρʼ αὐτοῦ περί τε τοῦ προκειμένου κεφαλαίου μηδὲ περὶ τῶν τόκων αὐτοῦ μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς τὸ σύνολον ἐνγράπτου ἢ ἀγράφου εἰς τὴν ἐνεστῶσαν ἡμέραν διὰ τὸ ἀπεσχηκέναι αὐτὸν πάντα ἐκ πλήρους
καὶ … τὴν προκειμένην διαγραφὴν τοῦ δανείου ἄκυρον εἶναι αὐτῷ τε καὶ παντὶ τῷ ἐπιφέροντι ἣς
τὸ ἐκδόσιμον ἀνέδωκεν αὐτῷ ὁμοίως εἰς ἀκύρωσιν καὶ ἀθέτησιν. Εὐδαίμων Ἀμμωνίου Ἀμμωνοῦτος ἀπέσχον τὰς δραχμὰς δισχιλίας ὀγδοήκοντα καὶ οὐδὲν ἐνκαλῶ ὡς πρόκιται[…] ς ὁ καὶ Αὐρίων Ἑρμίνου Εὐπόρου Ματίδιος ὁ καὶ Δημητριεὺςἀνέγνων τῷ Εὐδαίμονι τὴν διαγραφὴν τῆς περιλύσεως ὡς περιέχει. Νεῖλος Κεφαλίωνος Ματίδιος ὁ καὶ Μαρκιάνιος
μαρτυρῶ τῇπεριλύσει Ἀπόλλων Ἀπίωνος Σαβείνιος ὁ καὶ Γαμηλιεὺς μαρτυρῶ. Δίδυμος Ἡφαιστίωνος Ἀθηναιεὺς ὁ καὶ Σαλαμίνιος μαρτυρῶ. Θέων ὁ καὶ Τίρων Ἁρποκρατίωνος Τραιάνειος ὁ καὶ Κτήσιος μαρτυρῶ. Πόλεις Κάστορος ἐξωδίασα ὡς πρόκειται. Ἑρμίας
Ἑρμίου Σαβείνιος ὁ καὶ Γαμηλιεὺς ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.