no image
DDbDP-text
Ἐκμαρτύρησις of a Contract of Settlement via HGV-meta
Linked by Trismegistos ID
TM 21928.
Each record below describes this same artifact or text from a different angle.
ἔτους […]Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου Περσικοῦ Μεγίστου Γοθικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ[…]
ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει ἐπὶ[…]ἀσχολουμένου ὠνὴν ἀγορανομίου καὶ μνημονίου.
ὁμολογεῖ Αὐρήλιος Δημητριανὸς Πλουτίωνοςμητρὸς[…]βουλευτὴς τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως ἐκμαρτυρεῖσθαι ἐν ἀγυιᾷ τῷ ἑαυτοῦ τιμήματι ἣν προέθετο αὐτῷ ὁ ἀδελφὸς αὐτοῦ Ἀμμώνιος βουλευτὴς τῆς αὐτῆς πόλεως ἰδιόγραφον διάλυσιν γενομένην τῷ[…]ἔτει μηνὶ[…], ἧς μοναχὸν αὐθεντικὸν ἐπήνεγκεν
ὁ ὁμολογῶν τῷ πρὸς τῷ μνημονίῳ συγκαταχωρισθησόμενον εἰς τὸ ἐπὶ τόπων βιβλιοφυλάκιον, ἧς ἐστιν ἀντίγραφον. Αὐρήλιος Ἀμμώνιος[…]
βουλευτὴς τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίῳ Δημητριανῷ Πλουτίωνος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ἐπεὶ[…]ἔτει τῆς
Αὐρηλιανοῦ βασιλείας Φαρμοῦθι ιθ […]τὸ ὑπάρχον μοι
ἐπʼ ἀμφόδου Νότου Δρόμου καὶ Μυροβαλάνου τρίτον μέρος[…]σὺν τοῖς χρηστηρίοις πᾶσι καὶ ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου […]Εὐδαίμονι
τῷ καὶ Διονυσίῳ ἀπολελυμένῳ[…]
πρὸ τῆς τοῦ ἀποτάκτου συστάσεως ο[…]
τὸν τῷ Δημητριανῷ καταγραφέντα[…]
αὐτοῦ μὲν ἀδελφοῦ τοῦ δὲ ἀποδομένου[…]
προάγει τὸ δάνειον τῆς ἀπολύσεως τῶν[…]
ἐπὶ περιγραφῇ τοῦ ταμείου καὶ το[…]
μέχρι τῆς τῶν ὀφειλομένων ἀποδόσεως[…]
διαδεχομένῳ τὴν ἐπιστρατηγίαν[…]
κέλευσον κληθῆναι Εὐδαίμονα[…]διαδεχόμενος
τὴν ἐπιστρατηγίαν εἶπεν μετʼ ἄλλα[…]ἄκυρον εἶναι
τὴν οὖσαν ἐν τοῖς ἀρχείοις καταγραφὴν[…]διὰ τὸ
μὴ διὰ δίκης χωρεῖν, καὶ ἔδοξεν ὡς[…], ὁμολογῶ
μηδεμίαν ἔφοδον ἢ ἐπέλευσιν ἔχειν πρὸς τὸν Δημητριανὸν[…]μηδὲ ἐγκαλεῖν μηδὲ
ἐνκαλέσειν μηδὲ ἐπελεύσεσθαι μηδὲ[…]μηδὲ
προσχρήσασθαι τὸν Ἀμμώνιον […]διὰ τὸ ἄκυρον εἶναι τὴν πρᾶσιν. κύρια τὰ τῆς διαλύσεως γράμματα […]γραφέντα, ἥνπερ ὁπόταν αἱρῇ ἀνοίσεις διὰ δημοσίου οὐ προσδεόμενος ἑτέρας μου εὐδοκήσεως διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν τὸν Ἀμμώνιον τῇ ἐσομένῃ δημοσιώσει, περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς πεπρᾶχθαι ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. ἔτους[…]Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου
Περσικοῦ Μεγίστου Γοθικοῦ ΜεγίστουΓερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ[…]Αὐρήλιος Ἀμμώνιος εὐδοκῶ
περὶ τοῦ προκειμένου τρίτου μέρους οἰκίας καὶ ψιλοῦ τόπου[…]
ἕως τούτου τὸ ἀντίγραφον. κυρία ἡ ὁμολογία, περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς πεπρᾶχθαι ἐπερωτηθεὶς ὁ ὁμολογῶν ὡμολόγησεν ἐν ἀγυιᾷ τῇ αὐτῇ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.