Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

bgu.4.1062 29. Aug. 236Oxyrhynchos

Συνάλλαγμα ἐπιτηρήσεως via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 18507. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιοι Σαραπίων ὁ καὶ Δῖος καὶ Ἑρμίας ἀνθʼ οὗ Ἑρμῆς ὁ καὶ Εὐδαίμων ἀπελεύθερος Ἑρμίου Σαραπίωνος ἀμφότεροι ἀπὸ Ὀξυρύγχων πόλεως εἰσδοθέντες ὑπὸ τοῦ τοῦ ἐνεστῶτος γ ἔτους ἀμφοδογραμματέως Αὐρηλίου Σαραπίωνος εἰς ἐπιτήρησιν ὠνῆς πελωχικοῦ πόλεως νομοῦ Ὀξυρυγχίτου, ὁ μὲν Σαραπίων ὁ καὶ Δῖος διὰ τοῦ ἑαυτοῦ πατρὸς Αὐρηλίου Σαραπίωνος τοῦ καὶ Διοσκουρίδου ἀπὸ τῆς αὐτῆς πόλεως, ὁ δὲ Ἑρμίας ἀνθʼ οὗ Ἑρμῆς ὁ καὶ Εὐδαίμων διὰ τοῦ αὐτοῦ ἀμφοδογραμματέως Αὐρηλίου Σαραπίωνος Θέωνος καὶ Ἀμόις Ἀμόιτος μητρὸς Ἡρακλείας καὶ Σύρος ὁ καὶ Ἀγαθὸς Δαίμων Πτολεμαίου μητρὸς Νιλοῦτος ἀμφότεροι ἀπὸ τῆς αὐτῆς πόλεως καὶ Γάϊος Ἰούλιος Ἀλέξανδρος υἱὸς Γαΐου Ἰουλίου Σουβουράνα Λόγγου μητρὸς Νίκης, ὁ μὲν Σαραπίων ὁ καὶ Δῖος διὰ τοῦ ἑαυτοῦ πατρὸς Αὐρηλίου Σαραπίωνος τοῦ καὶ Διοσκουρίδου καὶ ὁ Ἑρμίας ἀνθʼ οὗ Ἑρμῆς ὁ καὶ Εὐδαίμων διὰ τοῦ αὐτοῦ ἀμφοδογραμματέως Αὐρηλίου Σαραπίωνος συνηλλαχέναι τῷ τε Ἀμόι καὶ Σύρῳ τῷ καὶ Ἀγαθῷ Δαίμονι καὶ Γαΐῳ Ἰουλίῳ Ἀλεξάνδρῳ τοῖς τρισὶ ἐξ ἀλληλεγγύης τὴν δηλουμένην ἐπιτήρησιν ἐπὶ τὸν τοῦ ἀμφόδου αὐτῶν ἐνιαύσιον χρόνον ἀπὸ α τοῦ ὄντος μηνὸς Θῶθ ἕως ε ἐπαγομένων τοῦ αὐτοῦ ἐνεστῶτος γ ἔτους ἐπὶ τῷ αὐτοὺς τοὺς περὶ τὸν Ἀμόιν τὴν ἀπαίτησιν ποιήσασθαι πάντων τῶν τῇ αὐτῇ ὠνῇ ὑποστελλόντων πράσσοντας κατά τε τὸν τῆς ὠνῆς γνώμονα καὶ τὴν τοῦ νομοῦ συνήθειαν καὶ σύμβολα ἐκδοῦναι τοῖς διαγράφουσι καὶ τὰς διαγραφὰςἀναδοῦναι ἐπὶ τὴν τοῦ νομοῦ δημοσίαν τράπεζαν καὶ ὑπακοῦσαι καθʼ ἕκαστον μηνιαῖον τῷ τοῦ νομοῦ στρατηγῷ πρὸς τὰς διαγραφάς, ἔτι δὲ καὶ συστήσασθαι τοὺς ταύτης λόγους ὡς ἐκελεύσθη καὶ τούτων τὸν καταχωρισμὸν ποιήσασθαι οἷς δέον ἐστίν, καὶ τοὺς ἴσους ἐπιδοῦναι τῷ ἀποσταλησομένῳ ἐξεταστῇ καὶ πάντα ἐπιτελέσαι ὅσα τῇ αὐτῇ ὠνῇ ἀνήκει διὰ τὸ ἐντεῦθεν διαπεπεῖσθαι αὐτοὺς ὑπʼ αὐτῶν περί τε ὀψωνίου καὶ τιμῆς χάρτου καὶ γράπτρων καὶ πάντων ἁπλῶς τῶν τῇ αὐτῇ ὠνῇ διαφερόντων, οἱ δὲ περὶ τὸν Ἀμόιν εὐδοκεῖν ἐπὶ τούτοις καὶ ἕκαστα ποιήσειν τῶν προκειμένων καὶ ἀπαρενοχλήτους καὶ ἀνεισπράκτους καὶ ἀζημίους καὶ ἀσκύλτους παρέξειν τοὺς περὶ τὸν Σαραπίωνα τὸν καὶ Δῖον περὶ πάντων ἁπλῶς τῶν τῇ αὐτῇ ἐπιτηρήσει ἀνηκόντων καὶ μὴ ἐξεῖναι μηδενὶ αὐτῶν παραβαίνειν τὰ προκείμενα. κύριον τὸ συνάλλαγμα. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γείνεσθαι ἐπερωτηθέντες ὑπʼ ἀλλήλων ἑαυτοῖς ὡμολόγησαν. ἔτους γ Αὐτοκράτορος Καίσαρος Γαίου Ἰουλίου Οὐήρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ Γαΐου Ἰουλίου Οὐήρου τοῦ ἱερωτάτου Καίσαρος Σεβαστοῦ υἱοῦ τοῦ Σεβαστοῦ Θῶθ α […] Ἀμόις Ἀμόιτος διʼ ἐμοῦ Αὐρηλίου Διοσκόρου Ἀπίωνος ἀγορανομήσαντος βουλευτοῦ συνηλλάγην σὺν τοῖς ἄλλοις τὴν προκειμένην ἐπιτήρησιν ἐπὶ πᾶσι τοῖς προκιμένοις καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σύρος ὁ καὶ Ἀγαθὸς Δαίμων ἔγραψα καὶ συνηλλάγην τὴν προκειμένην ἐπιτήρησιν ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Γάιος Ἰούλιος Ἀλέξανδρος συνηλλάγην τὴν ἐπιτήρησιν ὡς πρόκιται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. […] [r,minf] τὸν Ἀμόιν Ἀμόιτος ὑπέβαλεν Διόσκορος ὁ ἀγορανόμος ὁ καὶ ἀντʼ αὐτοῦ ὑπογράψας, ὁ γὰρ Σύρος ὁ καὶ Ἀγαθὸς Δαίμων ἐστὶν Πτολεμαίου Κερκεθυρείτου υἱὸς ὡς κοινωνὸς τοῦ Γαίου. ἔστιν δὲ ὁ Ἀλέξανδρος ἀδελφὸς Ἡρακλᾶ Γαϊτάνα. τετρασσὸν ἐγράφη, ὧν ἔσχεν ὁ ἀμφοδογραμματεὺς α καὶ Διόσκορος α καὶ Αὐρήλιος α [v] συνάλλαγμα Δίου υἱοῦ ἐπιτηρήσεως τέλους πελωχικοῦ γ ἔτους ἐπὶ τοῦ τῆς πόλεως ἀμφοδογραμματέως.

Connections

Found at Oxyrhynchus

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.