no image
DDbDP-text
Eingabe, betreffend ein vor dem Archidikastes anhängiges Verfahren via HGV-meta
Linked by Trismegistos ID
TM 19434.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Ἡρακλείῳ τῷ καὶ Ἀστερίῳ στρατηγῷ Ὀξυρυγχείτου
παρὰ Μηνοδώρας[…]ἐπικεκλημένης Σύρας διὰ τοῦ κατὰ πατέρα πάππου Αὐρηλίου Σαβείνου βουλευτοῦ πρεσβυτάτου τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων. ἧς παρεκόμισα παρʼ Αὐρηλίου Διδύμου τοῦ καὶ Σαραπίωνος ἐνάρχου ἀρχιδικαστοῦ ἐπιστολῆς, συνεζευγμένων τῶν γενομένων ἐπʼ αὐτῷ ὑπομνημάτων τὰ ἀντίγραφα ὑπόκειται[…]μετὰ τὰ αὐθεντικὰ καὶ ἀξιῶ τὰ ἀκόλουθα τοῖς γραφεῖσι πρᾶξαι. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ
Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς ΣεβαστοῦΦαῶφι ιδ. ἐστὶ δὲ τῆς μὲν ἐπιστολῆς· Αὐρήλιος Δίδυμος ὁ καὶ Σαραπίων ἔναρχος ἀρχιδικαστὴς στρατηγῷ Ὀξυρυγχείτου χαίρειν. Ἀμμωνῖνον τὸν καὶ[…]κιανον καὶ τὴν τούτου θεράπαιναν φρόντισον ἀποστεῖλαι εἰς τὸ δικαστήριον εἴσω ἡμερῶν εἴκοσι καθʼ ἃ ἠξίωσεν Μηνοδώρα ἐπικεκλημένη Σύρα διὰ τοῦ πάππου Σαβείνου συνβουλευτοῦ, μηδενὸς νεωτεριζομένου μέχρι τῆς παρʼ ἐμοὶ κρίσεως. ἔστω μέντοι, ὅτι ἐὰν μὴ ἀφίκηται σὺν τῇ
θεραπαίνῃ, ἀθετήσω ἃ παρήνεγκε κατὰ τῆς ἀφήλικος διαστολικὸν καὶ ἐνεχυρασίαν. καὶ γὰρ ὁ Σαβεῖνος παρέθετο, ἀποδόσεις τῷ Ἀμμωνίνῳ τοῦ πλείστου
γεγονέναι καὶ[…]νηκεναι. ἐρρῶσθαί σε εὔχομαι. ἔτους ιγ τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ Παχὼν κη τοῦ δὲ ὑπομνήματος·
ὁ δεῖνα ὑπὲρ Αὐρηλίου Σαβείνουεἶπεν· Αὐρηλία Μηνοδώρα ἐπικεκλημένη Σύρα διὰ τοῦ πάππου κατὰ πατέρα Σαβείνου βουλευτοῦ πρεσβυτάτου τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων ἐντυγχάνει Ἀμμωνῖνος ὁ καὶ[…]κιανος, βίαν οὐ τὴν τυχοῦσαν ἐργάσασθαι προελόμενος κατὰ τῆς ἀφήλικος νομίμων ἤρξατο
[…]ὠφληκότος γὰρ δὴ τοῦ πατρὸς […]υτος ἀπὸ λόγου οἴνου ἑκατὸν ἑξήκοντα τριῶν Ὀξυρυγχειτικῶν καὶ τοῦτον τὸν ἀριθμὸν
ἔτι πάλαι πεπληρωκότος, ὑπομνήματα δέδωκεν Ὀξυρυγχειτικῶν ἑκατὸν ἑξήκοντα τριῶν τῷ ἐπιτρόπῳ τῆς υἱδῆς τοῦ παρόντος καὶ οὐ μόνῳ διαστολικῷ ἐχρήσατο ἀλλὰ
καὶ[…]ἐτελείωσεν τὰ περὶ αὐτὰ νόμιμα …[…]…υδηται ἐν διαστολικῷ ἡ ἐνεχυρασία καὶ ἀριθμὸν ἐντάξαι αὐτὸ τὸ διαστολικὸν λύεται
[…]ἑκατὸν γὰρ ἀπ[…]ων καὶ λοιπῶν ἑξήκοντα τριῶν ὄντων τῶν ὀφειλομένων δέον ὁμολογησα
[…]υ πεποιηκέναι […]ος οὕτως ἐτελείωσεν τὰ νόμιμα
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.