no image
DDbDP-text
Sale of Acacia - Trees via HGV-meta
Linked by Trismegistos ID
TM 20372.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Πτολλίων Πτολλίωνος ἀπʼ Ὀξυρύγχων
πόλεως ἐπίτροπος ἀφηλίκων τέκνων
Ἀπολλωνίου τοῦ καὶ Διδύμου Ὀνησᾶτος
καὶ ἡ τῶν ἀφηλίκων μήτηρ καὶ ἐπακολουθήτρια Αὐρηλία Εὐδαιμονὶς Ἀντινόου
τοῦ καὶ Ἑρμοῦ Ἀντινοὶς χωρὶς κυρίου χρηματίζουσα κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων
δικαίῳ Αὐρηλίοις Σερήνῳ υἱῷ Αὐρηλίου
Ἀμμωνίου ἐξηγητεύσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως καὶ Σερήνῳ Σερήνου
καὶ Θεωνᾶτι χρηματίζοντι μητρὸς
Τααρμιύσιος καὶ Σωτηρίχῳ Διδύμου ἀπὸ
τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογοῦμεν
πεπρακέναι ὑμῖν τοῖς τέσσαρσι ἐξ ἴσου
τὰς οὔσας ἐπὶ χώματος ἀμπελικοῦ
κτήματος νεοφύτου τῶν ἀφηλίκων
περὶ κώμην Σενέπτα ἀκάνθας ἀριθμῷ
τελείας δεκατέσσαρας τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου δραχμῶν χιλίων διακοσίων , αἳ προσεχώρησαν εἰς συνωνὴν πυροῦ χωρήσαντος ὑπὲρ μετρημάτων τῆς προκειμένης ἀμπέλου χρόνων θεοῦ Κομμόδου
ἐπὶ τῷ ὑμᾶς τὴν τῶν προκειμένων ἀκανθῶν ἀναβολὴν ἐξ ἐπιρρίζων καὶ ἄρσιν
ταῖς ὑμῶν δαπάναις ποιήσασθαι ὁπόταν
αἱρῆσθε, ἐπάναγκον δὲ μέχρι τοῦ Μεσορὴ
τοῦ ἐνεστῶτος δ ἔτους, καὶ μετὰ τὴν τῶν ἀκανθῶν
ἀναβολὴν καὶ ἄρσιν τὸν κόσμον τῶν τόπων τὸ ἴσον ποιήσασθαι ἡμᾶς τε κατὰ τὸ ἥμισυ καὶ ὑμᾶς τοὺς πεπρακότας κατὰ τὸ ἕτερον
ἥμισυ καθὼς ἐπὶ τούτοις ἐστάθη, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. κυρία ἡ πρᾶσις
δισσὴ γραφεῖσα. ἔτους δ Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς
Εὐτυχοῦς Σεβαστοῦ Τῦβι ιε.
Αὐρήλιος Πτολλίων Πτολλίωνος μετʼ ἐπακολουθητρίας τῆς μητρὸς[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.