no image
DDbDP-text
Linked by Trismegistos ID
TM 22815.
Each record below describes this same artifact or text from a different angle.
[D]
θ Μαμερτείνου Νείλουἀργυρίου δραχμῶν χ
ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ
Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ μηνὸς Πανήμου Φαρμοῦθι θ. διὰ τῆς Ἀνουβίωνος Ἀμμωνίου Ματιδίου
τοῦ καὶ Καλλιτεκνείου ἐν Ἀντινοουπόλει χρηματιστικῆς τραπέζης. Μαμερτῖνος Νείλου τοῦ Ἰσιδώρου
Νερουιάνιος ὁ καὶ Εἰρηνιεὺς Ἁρποκρατίωνι Ἀντωνᾶ τοῦ Σαραπίωνος Ματιδίῳ τῷ καὶ Δημητριεῖ
ἀπεσχηκέναι τὸν Ἁρποκρατίωνα παρὰ τοῦ Μαμερτίνου ἀνθʼ ὧν ὀφείλει αὐτῷ κατὰ δισσὸν χειρόγραφον γεγονὸς τῷ ιϛ ἔτει τῆς εὐτυχεστάτης ταύτης αὐτοκρατορίας μηνὶ Φαρμοῦθι τὸ καὶ δεδημοσιωμένον ἐν τῷ καταλογείῳ ἐξ οὗ καὶ τὰ ἑξῆς νόμιμα πάντα ἐτελείωσεν μέχρι ἐμβαδείας καὶ αὐτῆς
ἐμβαδείας κεφαλαίου ἀργυρίου δραχμῶν τριακοσίων τριάκοντα καὶ τόκων αὐτῶν καὶ τελῶν καὶ δαπανῶν τῶν νομίμων τὰς ἐπὶ διαλύσει κατὰ παράκλησιν ὑπὲρ διαλύσεως πάσης τινοσοῦν ὀφειλῆς
καὶ ἀνακομιδῆς τοῦ ἐμβαδευθέντος τρίτου μέρους ὑπάρχοντος τῷ αὐτῷ Μαμερτίνῳ οἰκίας
καὶ αὐλῆς καὶ χρηστηρίων πάντων οὔσης ἐν τῷ β γράμματι πλινθίῳ ζ βορρείῳ τῆς Ἀντινόου ἀργυρίου δραχμὰς ἑξακοσίας γίνονται ἀργυρίου δραχμαὶ χ, ἀντὶ πλειόνων ὀφειλομένων πάντα εἰς περίλυσιν καὶ
ἀκύρωσιν καὶ ἀθέτησιν πάσης τινοσοῦν ὀφειλῆς καὶ τῶν τελειωθέντων νομίμων πάντων
καὶ μηδὲν ἐνκαλεῖν μηδὲ ἐγκαλέσειν τὸν Ἁρποκρᾶν μηδὲ τοὺς παρʼ αὐτοῦ μηδὲ ἄλλους ὑπὲρ
αὐτοῦ τῷ Μαμερτίνῳ μηδὲ τοῖς παρʼ αὐτοῦ περὶ μηδενὸς ἁπλῶς τὸ σύνολον ἐνγράφου
ἢ ἀγράφου καὶ ἀνέδωκεν αὐτῷ ἃ εἴχεν παρʼ ἑαυτῷ ἐκ τῆς πράξεως τῶν νομίμων βιβλία
πάντα εἰς ἀκύρωσιν καὶ ἀθέτησιν ὡς ἐπάνω δεδήλωται. Ἁρποκρατίων Ἀντωνᾶ Ματίδιος ὁ καὶ Δημητριεὺς
ἀπέσχον παρὰ τοῦ Μαμερτίνου τὰς τῆς περιλύσεως καὶ ἀνακομιδῆς οὗ ἐνεβάδευσα αὐτοῦ τρίτου μέρους τῆς προκειμένης οἰκίας καὶ χρηστηρίων πάντων ἐξ ὧν ἐτελείωσα νομίμων πάντων ἐπὶ διαλύσει ἀργυρίου δραχμὰς ἑξακοσίας ἐπὶ διαστολαῖς πάσαις ταῖς προκειμέναις.
Μαμερτῖνος Νείλου ἐξωδίασα ὡς πρόκειταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.