no image
DDbDP-text
Linked by Trismegistos ID
TM 11627.
Each record below describes this same artifact or text from a different angle.
ἔτους πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ
Γερμανικοῦ μηνὸς Περιτίου α Χοιὰχ α ἐν Καρανίδι τῆς Ἡρακλείδου
μερίδος τοῦ Ἀρσινοείτου νομοῦ· ὁμολογεῖ Μάρκος Σεμπρώνιος
Γέμελλος στρατιώτης λεγιῶνος τρίτης Κυρηναικῆς κεντυρίας Πομπωνίου
Σεουήρου ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ ἀστραγάλωι ποδὸς ἀριστεροῦ Μικκάλωι
Πτολεμαίου ὡς ἐτῶν τεσσαράκοντα πέντε οὐλὴ μετώπῳ μέσωι ὑπὸ τρίχα
ἀπέχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς χιλίας
διακοσίας τεσσαράκοντα καὶ τοὺς τούτων τόκους ἃ ὤφειλεν αὐτῶι ὁ
Μίκκαλος κατὰ δάνειον τετελειώμενον διὰ τοῦ ἐν Ἀλεξανδρείᾳ γραφείου
τῶι τρεισκαιδεκάτωι ἔτει Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ
Γερμανικοῦ Φαρμοῦθι θ καὶ ἀναδέδωκε αὐτῶι ὁ Μάρκος Σεμπρώνιος
Γέμελλος εἰς ἀκύρωσιν καὶ μὴ ἐπελεύσεσθαι μήτε αὐτὸν Μάρκον Σεμπρώνιον
Γέμελλον μηδὲ τοὺς παρʼ αὐτοῦ ἐπὶ τὸν Μίκκαλον μηδʼ ἐπὶ τοὺς παρʼ αὐτοῦ μήτε
περὶ ὧν ἀπέχει καθότι πρόκειται ἀργυρίου δραχμῶν χιλίων διακοσίων
τεσσαράκοντα μηδὲ περὶ τόκων αὐτῶν μηδὲ περὶ ἄλλου μηδενὸς
ἁπλῶς πράγματος μηδʼ ὀφειλήματος μηδὲ παντὸς τῶι καθόλου συναλλάγματος ἐνγράπτου μηδʼ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν
χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπωι μηδενὶ ἡ συνγραφὴ
κυρία ἔστω πανταχῆι καθότι καὶ ἔστιν τὰ διωμολογημένα κύρια
Μάρκος Σεμπρώνιος Γέμελλος στρατιώτης λεγιῶνος τρίτης Κυρηναικῆς κεντυρίας Πομπωνίου Σεουήρου ὁμολογῶ ἀπέχειν παρὰ Μικκάλου τοῦ Πτολεμαίου τὰς τοῦ ἀργυρίου
δραχμὰς χιλίας διακοσίας τεσσαράκοντα καὶ τοὺς τόκους ἃς ὤφειλόν μοι κατὰ δάνειον τετελειωμένον διὰ τοῦ ἐν Ἀλεξανδρείᾳ γραφείου τῶι τρεισκαιδεκάτῳ ἔτει Δομιτιανοῦ
τοῦ κυρίου μηνὶ Φαρμοῦθι ἃς καὶ ἀναδέδωκα εἰς ἀθέτησιν καὶ ἀκύρωσιν καὶ
οὔτε ἐπελεύσομαι περὶ ἄλλου οὐδενὸς ἁπλῶς πράγματος ἐνγράφου ἢ ἀγράφου καθὼς
πρόκιται Μίκκαλος Πτολεμαίου γέγονε εἴς με ἡ ἀπόχη καθὼς πρόκειται ἀναγέγραπται διὰ τοῦ ἐν Καρανίδι γραφείουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.