no image
DDbDP-text
Linked by Trismegistos ID
TM 11628.
Each record below describes this same artifact or text from a different angle.
ἔτους πρώτου Αὐτοκράτορος Νέρουα Καίσαρος
Σεβαστοῦ μηνὸς Ἀρτεμισίου ϛ Φαμενὼθ ϛ
ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ.
ὁμολογεῖ Κεφαλᾶς Πετοσίρεως ὡς ἐτῶν τριάκοντα
τεσσάρων οὐλὴ ὑπὲρ ὀφρὺν δεξιὰν Ταποντῶτι Χαιρήμονος
ὡς ἐτῶν τεσσαράκοντα ουλὴ ἀντικνημίωι δεξιῶι μετὰ κυρίου
τοῦ ἀνδρὸς Μικκάλου τοῦ Πτολεμίου ὡς ἐτῶν τεσσαράκοντα
ἑπτὰ οὐλὴ μετώπωι μέσωι ὑπὸ τρίχα ἀπέχειν παρʼ αὐτῆς
παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ἑκατὸν
ἑξήκοντα αἱ εἴσιν λοιπαὶ ἀργυρίου δραχμῶν διακοσίων
ὧν ὤφειλεν αὐτῶι ἡ Ταποντῶς διὰ χειρὸς ἀγράφως
ἔτι ἀπὸ τοῦ ὀγδόου ἔτους Δομιτιανοῦ ἀπὸ λόγου
ἀρραβῶνος κλήρου ἀρουρῶν δύο εἰκοστοῦ διὰ τὸ
τὰς εἰς συμπλήρωσιν τῶν τοῦ ἀργυρίου δραχμῶν διακοσίων
δραχμὰς τεσσαράκοντα προαπεσχηκέναι τὸν
Κεφαλᾶν παρὰ τῆς Ταποντῶτος καθʼ ἑτέραν ὁμολογίαν
τετελειωμένην διὰ τοῦ αὐτοῦ γραφείου τῶι ἐνεστῶτι
ἔτει μηνὶ Σεβαστῶι ἣν καὶ μένειν κυρίαν καὶ μὴ
ἐπελεύσεσθαι μήτε αὐτὸν Κεφαλᾶν μηδὲ ὑπὲρ αὐτοῦ
ἐπὶ τὴν Ταποντῶ μηδʼ ἐπὶ ὑπὲρ αὐτῆς μήτε περὶ ὧν
ἀπέχει καὶ προαπέσχε καθὼς πρόκιται ἀργυρίου δραχμῶν
διακοσίων μηδὲ περὶ ἄλλου ἁπλῶς πράγματος
μηδʼ ὀφειλήματος ἐνγράπτου μηδʼ ἀγράφου ἀπὸ τῶν
ἔνπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας
τρόπῳ μηδενί· ὑπογραφεὺς τοῦ ὁμολογοῦντος Ἥρων Σατύρου ὡς ἔτων κζ οὐλὴ μετώπῳ μέσῳ
Κεφαλᾶς Πετσίρεως ὁμολογῶ ἔχειν ἐκ Ταποντῶτος
τῆς Χαιρήμονος διὰ χειρὸς ἐξ οἴκου τὰς τοῦ
ἀργυρίου δραχμὰς ἑκατὸν ἑξήκοντα αἱ εἴσιν
λοιπαὶ ἀργυρίου δραχμῶν διακοσίων ὧνὤφειλεν διὰ χειρὸς
ἀγράφως ἔτι ἀπὸ τοῦ ὀγδόου ἔτους Δομιτιανοῦ ἀπὸ λόγου
ἀρραβῶνος κλήρου ἀρουρῶν δύο εἰκοστοῦ διὰ τὸ τὰς εἰς
συμπλήρωσιν τῶν τοῦ ἀργυρίου δραχμῶν διακοσίων δραχμῶν τεσσαράκοντα προαπεσχηκέναι κατὰ ὁμολογίαν τετελειωμένην
τῷ ἐνεστῶτι ἔτει Σεβαστῶι μηνὶ καὶ μένειν κυρίαν καὶ μὴ
ἐπελεύσομαι καθὼς πρόκειται ἔγραψεν ὑπὲρ αὐτοῦ Ἥρων Σατύρου μή εἰδότος γράμματα
ἀναγέγραπται διὰ τοῦ ἐν Καρανίδι γραφείουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.