no image
DDbDP-text
Linked by Trismegistos ID
TM 11673.
Each record below describes this same artifact or text from a different angle.
ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ
Σεβαστοῦ Γερμανικοῦ μηνὸς Ξανδικοῦ κβ Μεχεὶρκβ
ἐν Εὐημερίαι τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Χάρης Σίτου ὡς ἐτῶν εἴκοσι […]οὐλὴ
γόνατι δεξιῷ Ταμύσθᾳ νεωτέρᾳ ὡς ἐτῶν τριάκοντα δύο
οὐλὴ ποδὶ δεξιῷ μετὰ κυρίου τοῦ συγγενοῦς Σωτηρίχου τοῦ
Μύσθου ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ μετώπῳ μέσῳ
εὐδοκεῖν ᾗ πεποίηνται αἱ τοῦ ὁμολογοῦντος ὁμοπάτριοι καὶ ὁμομήτριοι ἀδελφαὶ Χάρις καὶ Πτολέμα καὶ τὰ
τῆς μετηλλαχυίης αὐτοῦ ἑτέρας ἀδελφῆς […]δρο[…]δ[…]τέκνα Σοῆρις καὶ Ἐρώτιον διὰ τοῦ κώμης Διονυσιάδος
γραφείου πράσει εἰς τὴν Ταμύσθαν μητρικῶν αὐτῶν
τετάρτου μέρους οἰκίας καὶ αὐλῆς καὶ τῶν συγκυρόντων
πάντων ἐν τῇ αὐτῇ κώμῃ Διονυσιάδι ἐπὶ ῥύμης
Λευκίου λεγομένης καὶ μὴ ἐπελεύσεσθαι τὸν ὁμολογοῦντα Χάρην μηδὲ τοὺς παρʼ αὐτοῦ ἐπὶ τὴν Ταμύσθαν
μηδὲ ἐπὶ τοὺς παρʼ αὐτῆς περὶ τῶν κατὰ τὴν εὐδόκησιν ταύτην διὰ τὸ ἐκπεπεῖσθαι αὐτὸν ὑπὸ τῆς Ταμύσθας ἐὰν δὲ ἐπέλθῃ, ἢ μὲν ἔφοδος ἢ ἔγκλησις ἄκυρος ἔστω
ἔτι καὶ προσαποτισάτω τά τε βλάβη καὶ δαπανήματα πάντα διπλᾶ καὶ ὡς ἴδιον χρέως ἀργυρίου δραχμὰς διακοσίας καὶ εἰς τὸ
δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧσσον τὰ διωμολογημέναμένειν κύρια. ὑπογραφεὺς τῆς Ταμύσθας Σωτήριχος ὁ προγεγραμμένος
— Χάρης Σίτου ὁμολογῶ εὐδοκεῖν ᾗ πεποίηνται
δύαι αἱ ἀδελφαί μου Χάρις καὶ Πτολέμα καὶ τὰ
τῆς ἑτέρας ἀδελφῆς μου Διοδωρας[…] τετελευτηκυίας τέκνα Σουῆρις καὶ Ἐρώτιον πράσει …
Ταμύσθας …[…]μητρικῶν αὐτῶν τετάρτου μέρους
οἰκίας καὶ αὐλῆς καὶ τῶν συγκυρόντων πάντων ἐν κώμῃ
Διονυσιάδι ἐπὶ ῥύμης Λευκίου λεγομένης ἀναγεγραμμένης τῆς πράσεως διὰ τοῦ ἐν κώμῃΔιονυσιάδι γραφείου καὶ οὐκ ἐπελεύσομαι διὰ τὸἐκπεπεῖσθαί με καθὼς πρόκειται. Ταμύσθα νεωτέρα
μετὰ κυρίου τοῦ συγγενοῦς Σωτηρίχου τοῦ
Μύσθου γέγονε εἴς με ἡ εὐδόκησις
καθὼς πρόκειται. Σωτήρχος ἔγραψα καὶ
ὑπὲρ τῆς Ταμύσθας μὴ εἰδυίης γράμματα. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ
Γερμανικοῦ Μεχὶρ κβ. ἀναγέγραπται διὰ Ἡρακλείδου τοῦ πρὸς τῷ γραφείῳSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.