no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9177.
Each record below describes this same artifact or text from a different angle.
ἔτους[…]Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ ἈρμενιακοῦΠαρθικοῦ Μηδικοῦ μεγίστου […]ἐνΝείλου πόλει
τῆς Πολέμωνος μερίδος τοῦἈρσινοίτου νομοῦ. ὁμολογεῖ Σωτηρία Εἰρηναίου τοῦ Ἀπολλωνίου ὡς ἐτῶν[…]
[…]μετὰ κυρίου τοῦ καὶ ἑαυτῆς υἱοῦ Εἰρηναίου[…]…στ…[…]ω ὡς ἐτῶν[…]Στοτοήτι Ἀγχώφιος τοῦ[…]ἱερεῖ Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου ὡς ἐτῶν εἴκοσι […]ἀπέχειν αὐτὴν παραχρῆμα
διὰ χειρὸς ἐξ οἴκου δραχμὰςπεντακοσίας ἀραβῶνα ἀναπόρριφον ἀπὸ τῆς τιμῆς ἀργυρίου δραχμῶν ὀκτακοσίων τῶν ὑπαρχόντων αὐτῇ ἐν μὲν ἐποικίῳ Πισᾶι περὶ Ἡρακλίαν τῆς Θεμίστου μερίδος τρίτον μέρος αὐλῆς καὶἄρουραν μίαν ἥμισυκαὶ περὶ τὴν αὐτὴν Ἡρακλίαν κλήρου ἄρουραν μίαν ἥμισυ […]
τίωνος […]χου τῷ δευτέρῳ καὶ εἰκοστῷ ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου μηνὶ […]πατρικὸν ἀρούρης τέταρτον, ὧν γείτονες τοῦ μὲν τρίτου μέρους τῆς αὐλῆς νότου[…]
τῆς προγεγραμμένης καὶ ἀποδομένης Σωτηρίας, λιβὸς ψιλὸς τόπος καὶ τῆς Κε…[…]
ἑτέρας Σωτηρίας, ἀπηλιώτου διῶρυξ, λιβὸς τῆς προγεγραμμένης καὶ τῆς ἀρούρας μιᾶς ἥμισυ σιτικὰ
ἐδάφη, λιβὸς ὑδραγωγός, μεθʼ ἣν δημοσία ὁδός, ἀπηλιώτου ἑτέρων ἐδάφη, μ[…]
ας τετάχθαι, καθὼς ἐκ συνφώνου ὑπηγόρευσαν, καὶ εἰς τὴν Σωτηρίδα παρακεχωρῆσθαι[…]
εἶναι ἐν κατοικικῇ τάξει, ἃ καὶ καταγράψει ἡ Σωτηρία τῷ Στοτοήτι, ὁπότε ἐὰναἱρῆται[…]καθαρὰ ἀπὸ δημοσίου ἢ ἰδιωτικοῦ καὶ μήπου πεπραμένα μηδὲ ὑποτεθειμένα διὰ μηδενὸς ἀρχείου […]ἀπολαμβάνοντος αὐτῆς τὸ λοιπὸν τῆς τιμῆς· ἐὰν δὲ μὴ καταγράφῃ καθὰ γέγραφε, ἐκτείσειν αὐτὴν τὸν ἀρραβῶνα διπλοῦν τῷ τῶν
ἀρραβώνων νόμῳ· ἐὰν δὲ καὶ ἡ Σωτηρία ἑτοίμως ἔχουσα καταγράψαι μὴ […]
στερίσκεσθαι αὐτὸν τοῦ ἀρραβῶνος, ἔτι δὲ καὶ βεβαιώσειν αὐτὴν Σωτηρίαν τὰ κατὰ ταύτην τὴν ὁμολογίαν πάσῃ βεβαιώσει.
ὑπογραφεῖς τῆς μὲν ὁμολογούσης βραδέα γραφούσης ὁ ἐπιγραψάμενος κύριος, τοῦ δʼ ἄλλου ἴδια γράμματα.
Σωτηρία Εἰρανου τοῦ Ἀπολωνείου μετὰ κυρίου ἐμοῦ τοῦ υἱοῦ Εἰρηναίου ἀπέχω παρὰ Στοτοήτιος Ἀγχώφιος
τὰς προκιμένας ἀργυρίου δραχμὰς πεντακοσίας παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀραβῶνα ἀναπόρριφον …[…]τῆς τιμῆς ἀργυρίου δραχμῶν ὀκτακοσίων τῶν ὑπαρχόντων μοι ἐν μὲν ἐποικίῳ Πισᾶι περὶ Ἡρακλίαν
τρίτον μέρος αὐλῆς καὶ ἄρουραν μίαν ἥμισυ καὶ περὶ τὴν αὐτὴν Ἡρακλίαν κλήρου ἄρουραν μίαν
ἥμισυ, ἃ καὶ καταψράψω, ὁπότε ἐὰν αἱρῇ, ἀπολαμβάνοντός μου τὸ λοιπὸν τῆς τιμῆς[…]Εἰρηναῖος ἔγραψα καὶ ὑπέρ τε μητρός μου βραδέα γραφούσης Σωτηρίας Εἰρηναίου[…]
Στοτοῆτις Ἀγχώφιος γέγονε εἴς με ὁ ἀραβών καθὼς πρόκιται.
ἐντέτακται διὰ γραφείου Νείλου πόλεως Παρεμβολῆς ΠολέμωνοςμερίδοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.