no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9074.
Each record below describes this same artifact or text from a different angle.
ἔτους[…]Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Ἀπελλαίου ϛ Φαῶφι ϛ ἐν Νείλου πόλει τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Παπεῖς Παπεῖτος ὡς ἐτῶν κ οὐλὴ θέρσωι ἀριστερῶι Τανεφρέμμι τῇ καὶ Θενύρι Πανεφρέμμιος ὡς ἐτῶν […] ἀσήμωι μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Ὀννώφρεως τοῦ Χαιρᾶτος ὡς ἐτῶν νϛ οὐλὴ μετώπωι ἐξ ἀριστερῶν πεπρακέναι τὸν ὁμολογοῦντα κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον αὐτῶι ἐν κώμῃ Σοκνοπαίου Νήσου ἀπὸ κληρονομίας τοῦ τετελευτηκότος ὁμοπατρίου ἀδελφοῦ Στοτοήτιος τρίτον μέρος οἰκίας καὶ αὐλῆς καὶ αἰθρίου ὃ διʼ ἀπογραφῆς τέταρτον μέρος τῆς
οἰκίας[…]καὶ τὰ συνκύροντα πάντα, γείτονες νότου Στοτοήτεως πρεσβυτέρου υἱοῦ Στοτοήτεως τέκτονος οἰκία, βορρᾶ
τοῦ Τανεφρέμμεως τῆς πριαμένης ἀνδρὸς Ὀννώφρεως οἰκίαι, λιβὸς ῥύμη βασιλική, καὶ ἀπέχειν τὸν ὁμολογοῦντα παρὰ τῆς Τανεφρόμμεως τὴν
συμπεφωνημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου κεφαλαίου δραχμὰς πεντακοσίας καὶ βεβαιώσειν τὸν ὁμολογοῦντα
τὰ κατὰ τὴν πρᾶσιν ταύτην διὰ παντὸς πάσῃ βεβαιώσει ἀπό τε δημοσίων καὶ ἰδιωτικῶν πάντων, ἀπὸ μὲν λαογραφιῶν πασῶν ἀπὸ τῶν
ἔμπροσθεν χρόνων μέχρι τοῦ ἐσομένου ἑτέρου εἰκονισμοῦ κατʼ οἰκίαν ἀπογραφῆς, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον
καὶ μηδένα ἐπιπορευόμενον μηδʼ ἐμποιούμενος τοῦ πεπραμένου τρίτου μέρους οἰκίας μηδὲ μέρους αὐτοῦ κατὰ μηδένα τρόπον καθότι πρόκειταικαὶ μηδένα κωλύοντα τὴν Τανεφρέμμιν μηδὲ τοὺς παρʼ αὐτῆς, κυριευούσης δὲ τῆς Τανεφρέμμεως τοῦ πεπραμένου τρίτου μέρους οἰκίας εἰσοδευούσης καὶ ἐξοδευούσης καθαιρούσης καὶ ἀνοικοδομούσης καὶ ἐπισκευαζούσης καὶ πωλούσης καὶ ὑποτιθείσης καὶ ἑτέροις μεταδιδούσης ……… καὶ χρωμένης αὐτῷ ὡς ἐὰν αἱρῆται πρός τε τὰ προκείμενα μηδὲν τὸν ὁμολογοῦντα μηδὲ τοὺς παρʼ αὐτοῦ ἐνκαλεῖν μηδʼ ἐνκαλέσειν
μηδὲ διαμφισβητήσειν τρόπῳ μηδενί. ὅ, τι δʼ ἂν τῶν προγεγραμμένων παρασυγγραφήσει ὁ ὁμολογῶν ἢ ὁ ὑπὲρ αὐτοῦ προσαποτισάτω τῆι
Τανεφρέμμι καὶ τὰ ἀνηλωμένα διπλᾶ καὶ ἥν τε εἴληφεν τιμὴν διπλῆν καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς διακοσίας πεντήκοντα καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧσσον τὰ διωμολογημένα κύρια εἶναι. ὑπογραφεῖς τοῦ μὲν ὁμολογοῦντος Διόσκορος […]ὡς ἐτῶν[…]γ οὐλὴ γόνατι δεξιῶι, τῆς ἄλλης ὁ ἐπιγραψάμενος κύριος. Παπεὶς Παπεῖτος ὁμολογῶ πεπρακέναι Τανεφρέμμει τῇ καὶ Θενύρει ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον μοι ἐν κώμῃ Σοκνοπαίου Νήσου ἀπὸ κληρονομίας τοῦ τετελευτηκότος μου ἀδελφοῦ Στοτοήτιος τρίτον μέρος οἰκίας καὶ αὐλῆς καὶ αἰθρίου ὃ διʼ ἀπογραφῆς τέταρτον μέρος κοινὸν καὶ ἀδιαίρετον καὶ τὰ συνκύροντα πάντα, γείτονες νότου
Στοτοήτιος τέκτωνος οἰκία, βορρᾶ τοῦ Τανεφρέμμιος τῆς πριαμένης ἀνδρὸς Ὀννόφριος τοῦ Χειρᾶτος οἰκίαι, λιβὸς ῥύμη βασιλική, καὶ ἀπέχω τὴν
συμπεφωνημένην τιμὴν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς πεντακοσίας καὶ βεβαιώσω πάσῃ βεβαιώσει καθὼς πρόκειται. ἔγραψεν
ὑπὲρ αὐτοῦ Διόσκορος διὰ τὸ μὴ εἰδέναι γράμματα. Τανεφρύμις ἡ καὶ Θενῦρις Πανεφρύμιος μετὰ κυρίου τοῦ ἀνδρός μου Ὀννόφριος τοῦ Χειρᾶτος ἠγόρακα καθὼς πρόκιται. Ὀννόφρις ἔγραψα ὑπὲρ τῆς Τανεφρέμμιος διὰ τὸ μὴ εἰδέναι γράμματα.
ἐντέτακται διὰ τοῦ κώμης Νείλου πόλεως γραφείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.