no image
DDbDP-text
Linked by Trismegistos ID
TM 8957.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον […]ἔτους … Αὐτοκράτορος
Καίσαρος Νέρουα ΤραιανοῦΣεβαστοῦ Γερμανικοῦ
μηνὸς Σεβαστοῦ[…] ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ
Ἀρσινοίτου νομοῦἩρακλείδου μερίδος. ὁμολογεῖ Θεναπῦγχις Ζωσίμου μετὰ κυρίου Ἰουλίου
τοῦ Πεθέως ὡς ἐτῶν […] οὐλὴ κατα[…]…
Ἡρακλοῦτι Μάρωνος ὡς ἐτῶν λγ […]…ε…
καὶ Θερμούθι Πτολεμαίου ἐπικαλουμένῃ […]…τα…[…]ὡς ἐτῶν κη
οὐλὴ μετώπῳ ἐκ δεξιῶν καὶ πήχει δεξίῳ, ἑκατέρᾳ μετὰ κυρίου τοῦ ἀνδρὸς, τῇ μὲν Ἡρακλοῦτι Χράτου τοῦ Περπήσιος ὡς ἐτῶν […]η οὐλὴ μεσοφρύῳ,
τῇ δὲ Θερμούθι Διδύμου τοῦ […]… ὡς ἐτῶν λε
οὐλὴ ἀντικνημίῳ δεξιῷ, ἀπέχειν τὴν Θεναπύγχειν παρʼ αὐτῶν παραχρῆμα διὰ τῆς
Ἀχιλλέως τραπέζης Ἀγορᾶς ἱματίων ἀργυρίου
δραχμὰς τετρακοσίας ὀφειληθείσας
αὐτῇ ὑπὸ τῆς Ἡρακλοῦτος καὶ Θερμοῦθις
καθʼ ὁμολογίαν παραθήκης τελειωθεῖσαν
διὰ τοῦ αὐτοῦ γραφείου τῶι ιβ ἔτει Αὐτοκράτορος
Καίσαρος τοῦ κυρίου μηνὶ Μεχεὶρ […]ε, ἣν καὶ
ἀναδεδόσθαι ταῖς περὶ τὴν Ἡρακλοῦν εἰς ἀθέτησιν καὶ ἀκύρωσιν καὶ μὴ ἐπελεύσεσθαι μήτε αὐτὴν Θεναπῦγχιν μηδὲ τοὺς παρʼ αὐτῆς
ἐπὶ τὴν Ἡρακλοῦν καὶ Θερμοῦθιν μηδὲ ἐπὶ ὁποτέραν αὐτῶν μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῶν μήτε
περὶ ὧν ἀπέχει, ὡς πρόκειται, δραχμῶν τετρακοσίων μηδὲ περὶ ἄλλου μηδενὸς τοῦ καθόλου
ἁπλῶς πράγματος μηδʼ ὀφειλήματος μηδὲ
παντὸς συναλλάγματος ἐνγράπτου μηδʼ ἀγράφου
ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί. ὑπογραφεῖς τῆς
μὲν Θεναπῦγχις καὶ τοῦ κυρίου Ἰουλίου Ζώϊλος
Διδύμου ὡς ἐτῶν νε οὐλὴ ῥινὶ μέσῃ, τῶν δʼ ἄλλων ……
Θέωνος ὡς ἐτῶν λα ἄσημος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.