no image
DDbDP-text
Loan of Money via HGV-meta
Linked by Trismegistos ID
TM 12061.
Each record below describes this same artifact or text from a different angle.
λ
ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ
Γερμανικοῦ, μηνὸς Νέου Σεβαστοῦ λ, ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ
Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ταευήμερος Μάρκου ὡς ἐτῶν πεντήκοντα πέντε οὐλὴ παρʼ ἀντίχειρα δεξιὸν μετὰ κυρίου τοῦ υἱοῦ Σαραπίωνος τοῦ Σαραπίωνος ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ μετώπῳ μέσωι
ὑπὸ τρίχα Μάρκωι Ἀνθεστίῳ Γεμέλλωι στρατιώτῃ σπείρης τρίτης Ἰτουραίων ἑκατονταρχίας Τιτίου ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ γενείωι
ἐξ ἀριστερῶν ἐπάναγκον τὴν ὁμολογοῦσαν Ταευήμερον ἀποδώσειν τῷ Μάρκωι Ἀνθεστίωι Γεμέλλωι ἐν αἷς ᾐτήσατο αὐτὸν
εἰς συνπεριφορὰν τῆς ἀποδόσεως ἡμέραις πέντε ἀπὸ τῆς προκειμένης τὰς ὀφειλομένας τῇ τοῦ Ἀσθεστίου μητρὶ Θαῆσι Σισόιτος
ἔτι περιούσῃ ὑπὸ Ἡρακλείδου τοῦ Ὡρίωνος καθʼ ὁμολογίαν τὴν διὰ τοῦ
ἐν κώμῃ Καρανίδι γραφείου τελειωθεῖσαν τῶι ἕκτωι ἔτει θεοῦ Οὐεσπασιανοῦ μηνὶ Φαρμοῦθι
ἀργυρίου δραχμὰς χιλίας […]…ει ἡ Ταευήμερος τοῦ Ἡρακλείδου περὶ Καρανίδα […] ἐλαιῶνος ἀρουρῶν
τριῶν ἡμίσους πρὸς τὸν […] θηκηι ὡς προφέρεται
ὑπὸ τοῦ αὐτοῦ Ἡρακλείδου ἀργυρίου δραχμὰς τετρακοσίας τεσσαράκοντα τὴν …ται ἡ Ταευήμερος τῷ Μάρκωι τῶν
προκειμένων ἀργυρίου δραχμῶν χιλίων καὶ ὧν ὀφείλει ὁ αὐτὸς
Ἡρακλείδης καθʼ ἕτερο χειρόγραφον ἄλλων ἀργυρίου δραχμῶν τεσσα[…] τεσσαράκοντα ε […] τοῦ ἐνεστῶτος ἔτους αν-[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.