no image
DDbDP-text
[r]
ἔτους β Τιβερίου Καίσαρος.
ἐκδόσιμον Παχὼν ι.
Ἔτους δευτέρου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Πανέμου δεκάτη` Παχὼν δεκάτῃ
ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος
τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν
Μαρσισοῦχος
Μαρεψήμιος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν πεντήκοντα οὐλὴ ἀντίχειρι δεξιᾷ καὶ ἡ
τούτου γυνὴ Ταμαρρῆς Μάρωνος ὡς ἐτῶν τριάκοντα οὐλὴ ὀφρύι ἀριστερᾷ Περσίνη μετὰ
κυρίου τοῦ
προγεγραμμένου ἀνδρὸς ἀλλήλων ἔγγυοι εἰς
ἔκτεισιν ἔχιν παρὰ Κολλεύτιος τῆς Ψοίφιος
ὡς ἐτῶν εἴκοσι δύο οὐλὴ ἀστραγάλω`
δεξιῷ
μετὰ κυρίου τοῦ πατρὸς αὐτῆς Ψοίφος τοῦ Πνεβτύνεως ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ
μετώπῳ ἐξ ἀριστερᾶς
τὰς τοῦ ἀργυρίου ἐπισήμου νομίσματος κεφαλαίου
δραχμὰς εἰκοσιτέσσαρας , ἀντὶ δὲ τῶν τούτων τόκων
συγκεχωρηκέναι τῇ Κολλεῦτι ἐνοικήσειν ἕως
μηνὸς Παῦνι ἕκτης δευτέρου ἔτους
Τιβερίου Καίσαρος Σεβαστοῦ
ἐν τῷ ἡμίσει μέρει τῆς κοινῆς καὶ ἀδιαιρέτου οἰκίας
ἐν Τεβτύνι. καὶ χρήσεται κατὰ κοινὸν ταύτῃ οἰκίᾳ
πᾶσι χρηστηρίοις, ἕως μετὰ τὸν χρὸνον ἀποδώσουσι τὸ
ἀργύριον. ὑπογραφεὺς τοῦ
ὁμολογοῦντος Πατύνις Φαλαούτος ὡς
ἐτῶν τριάκοντα πέντε οὐλὴ ταρσῷ
ἀριστερῷ,
καὶ τῆς Κολλεύτιος Μαρσισοῦχος Μαρεψήμιος ὡς ἐτῶν λ
Κολλεῦχις Ψοίφιος· γέγονε εἴς με. ἔγραψεν ὑπὲρ αὐτῆς
Μαρσισοῦχος Μαρεψήμιος.
Μαρσισοῦχος Μαρεψήμιος Πέρσης τῆς ἐπιγονῆς
καὶ ἡ τούτου γυνὴ Ταμαρῆς Μάρωνος Περσίνη μετὰ κυρίου τοῦ προγεγραμμένου ἑαυτῆς ἀνδρὸς ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν ὁμολογοῦμεν ἔχειν παρὰ Κολλεύθιος
τῆς Ψοίφειος μετὰ τοῦ κυρίου αὐτοῦ
Ψοίφιος τοῦ πατρὸς αὐτῆς ἀργυρίου
ἐπισήμου νομίσματος κεφαλαίου δραχμὰς εἰκοσιτέσσαρας , ἀντὶ δὲ τῶν τόκων ἐνοικήσειν τὴν
Κολλεῦτιν καὶ τοὺς παρʼ αὐτῆς ἕως
Παῦνι ἕκτης τοῦ ἐνεστῶτος δευτέρου
ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ
ἐν τῷ ἡμίσει μέρει τῆς κοινῆς καὶ
ἀδιαιρέτου οἰκίας ἐν Τεβτύνι καὶ
μετὰ τὸν χρόνον ἀποδώσομεν τὰς ἐπισήμου ἀργυρίου δραχμὰς εἰκοσιτέσσαρας . ἔγραψεν ὑπὲρ αὐτῶν
Πατῦνις Φαλαοῦτος διὰ τὸ μὴ εἰδέναι γράμματα.
[v]
…[…]
ἐνοικησ-
δραχμῶν κδ[…]
Κολλεύτιος τῆς ΨοίφιοσSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.