no image
DDbDP-text
[… ? lines lost …]
ἔτους ια Καίσαρος […]
Ἐσέρσυθις Πασίωνος Περσίνη μετὰ κυρίου τοῦ ἐμαυτῆς
υἱοῦ Ἁρθώτου τοῦ Μαρρήους καὶ αὐτὸς Ἁρθώτης Πέρσης τῆς
ἐπιγονῆς ὁμολογοῦμεν ἀμφότεροι ἔχειν παρὰ Σωτηρίχου
τοῦ Διονυσίου παραχρῆμα ἀργυρίου ἐπισήμου δραχμὰς
τεσσάρακοντα ὀκτὼ καὶ ἀντὶ τῶν τούτων τόκων καὶ δεόντων καὶ ἱματισμοῦ παρέξεσθαι τὸν Μαρρήους καὶ Ἐσερσύθεως ἕτερον υἱὸν Μαρσίσουχον τὸν τοῦ Ἁρθώτου ἀδελφὸν παραμένοντα τῶι Σωτηρίχωι καὶ τοῖς παρ’ αὐτοῦ
ἐφ’ ἔτη τέσσαρα ἀπὸ μηνὸς […] τοῦ […]-δεκάτου ἔτους Καίσαρος διατρίβοντα καὶ ποιοῦντα τὰ ἐπιτασσόμενα πάντα τ…[…] κατὰ τὴν
κώμην καὶ συνακολουθοῦντα τῶι Σωτηρίχωι καὶ οὐ
γινόμενον ἀπόκοιτον οὐδ’ ἀφήμερον ἀπὸ τῆς
τοῦ Σωτηρίχου οἰκίας ἄνευ τῆς τοῦ Σωτηρίχου γνώμης
καὶ μετὰ τὸν χρόνον ἀποδώσομεν οἱ ὁμολογοῦντες τὰς τοῦ
ἀργυρίου δραχμὰς τεσσάρακοντα ὀκτὼ καὶ ἑκάστης ἡμέρας
ἧς ἐὰν ἀτακτήσῃ κ…ι…[…] ἐκτίσομεν ἀργυρίου δραχμὴν μίαν […]ἀλλήλων ἔνγυοι εἰς ἔκτισιν …[…]
ἔγραψεν ὑπὲρ αὐτῶν Τε[…]
ἀξιωθείς ὑπ’ αὐτῶν διὰ τὸ φάσκειν αὐτοὺς μὴ εἰδέναι γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.