no image
DDbDP-text
Linked by Trismegistos ID
TM 12990.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ὀκτωκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ
Ἁδριανοῦ Σεβαστοῦ μηνὸς […]
τρίτῃ ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου
νομοῦ. ὁμολογοῦσιν Πετσεῖρις Τεῶτος τοῦ […]
ἀπὸ κώμης Βερνικίδος Θεσμοφόρου ὡς ἐτῶν πεντήκοντα
πέντε οὐλὴ γόνατι ἀριστερῶι καὶ ὁ τούτου υἱὸς Τεῶς μητρὸς
Ταορσέως τῶν ἀπὸ τῆς προκειμένης κώμης Θεαδελφείας
ὡς ἐτῶν τριάκοντα οὐλὴ πήχει ἀριστερῶι οἱ δύο Πέρσαι τῆς
ἐπιγονῆς καὶ ἡ τοῦ Πετσείρεως γυνὴ Ταορσεὺς […]
Ἁρσύτμεως Περσίνη ὡς ἐτῶν […] οὐλὴ γόνατι δεξιῶι μετὰ κυρίου αὐτοῦ Πετσείρεως ἀλλήλων ἔγγυοι
εἰς ἔκτισιν Ἀφροδισίωι τῶι καὶ Κάστορι […]
ὡς ἐτῶν τριάκοντα ἑνὸς ἀσήμωι ἀπέχειν παρʼ αὐτοῦ
παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου κεφαλαίου
δραχμὰς ἑκατὸν τέσσαρας ὧν καὶ τὴν ἀπόδοσιν ποιησάσθωσαν οἱ ὁμολογοῦντες τῶι Ἀφροδισίωι τῶι καὶ
Κάστορι ἐν μηνὶ Καισαρείωι τ[…] -καιδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἄνευ πάσης
ὑπερθέσεως καὶ εὑρησιλογίας. ἐὰν δὲ μὴ ἀποδῶσιν
καθὰ γέγραπται ἀποτεισάτωσαν παραχρῆμα μεθʼ ἡμιολίας καὶ τόκων, τῆς πράξεως οὔσης τῶι Ἀφροδισίωι τῶι καὶ
Κάστορι ἔκ τε τῶν ὁμολογοῦντων καὶ ἐξ οὗ ἐὰν αὐτῶν
αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης. ἡ συγγραφή κυρία. ὑπογραφεὺς τῶν ὁμολογούντων
Δωρίων Δωρίωνος ὡς ἐτῶν με οὐλὴ ἀντικνημίωι […]
Πετσεῖρις Τεῶτος τοῦ Ἡρω…δ[…]…[…]
[…] καὶ […]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.