no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9063.
Each record below describes this same artifact or text from a different angle.
ἔτους τρισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος
Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς
Νέου Σεβαστοῦ γ ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ.
ὁμολογεῖ Ἁτρῆς Παπεῖτος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν πεντήκοντα δύο οὐλὴ μετώπωι μέσωι Πασίωνι Χαιρήμωνος
ὡς ἐτῶν εἴκοσι ἐννέα οὐλὴ καρπῶι ἀριστερῷ
ἔχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς
ἔξ οἴκου ἀργυρίου δραχμὰς ἑκατὸν
καὶ πυροῦ ἀρτάβας πεντεκαίδεκα
[…]κ[…]υρ[…]…[…].ς […] καὶ ……
[…]τὴν ἀπόδοσιν ποιήσεται ὁ Ἁτρὴς
τῶι Πασίωνι ἐν μηνὶ Παῦνι τοῦ
ἐνεστῶτος τρισκαιδεκάτου ἔτους Ἁδριανοῦ
Καίσαρος τοῦ κυρίου, ἐὰν δὲ μὴ ἀποδῶι
συνχωρεῖ Ἁτρὴς γεωργεῖν καὶ καρπίζεσθαι
ἀφ ὧν γεωργεῖ ὁ Ἁτρὴς περὶ Πατσῶντιν
δημοσίου ἐδάφους ἀρούρας τρεῖς ἐν τοῖς
[…]ωσι ἀντὶ τῶν τόκων καὶ ἡμιολίας
καὶ τῶν ὑπὲρ αὐτῶν δημοσίων μέχρι οὗ ἀποδῶι τὸ ἀργύριον καὶ πυρόν γινομένης
τῶι Πασίωνι τῆς πράξεως ἐκ τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι
πάντων καθάπερ ἐκ δίκης. ὑπογραφεῖς
Ἁτρὴς Παπεῖτος Πέρσης τῆς ἐπιγονῆς ὁμολογῶ ἔχειν παρὰ τοῦ Πασίωνος τοῦ Χαιρήμωνος διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ἑκατὸν καὶ πυροῦ ἀρτάβας
πεντεκαίδεκα[…]ὧν
τὴν ἀπόδοσιν ποιήσω ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος τρισκαιδεκάτου ἔτους
Ἁδριανοῦ[…]
[… ? lines lost …]
[v]
ὁμολογία Ἁτρῆτος τοῦ Παπεῖτος πρὸς ΠασίωναSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.