no image
DDbDP-text
Πώλησις χειρομύλου via HGV-meta
Linked by Trismegistos ID
TM 10130.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἑβδόμου Νέρωνος Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς
Δαισίου κϛ Φαρμοῦθι κϛ ἐν Καρανίδι τῆς Ἡρακλείδου
μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Πετεσοῦχος
Ὥρου ὡς ἐτῶν νη οὐλὴ μετώπῳ ἐγ δεξιῷν
Πεκμήιτι Μεσοήριος ὡς ἐτῶν κθ οὐλὴ χειρὶ ἀριστερᾷ,
πεπρακέναι αὐτῶι τὸν ὑπάρχοντα αὑτῶι
μύλον θηβαϊκὸν σὺν τραπέζηι καὶ
κώπῃ, τοῦτον τοιοῦτον ἀναπόρριφον
καὶ ἀπέχειν τὸν ὁμολογοῦντα παρὰ τοῦ
Πεκμηίτιος τὴν συνκεχωρημένην
τιμὴν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου
καὶ βεβαιώσειν τὸν ὁμολογοῦντα πάσηι
βεβαιώσει. ὑπογραφεὺς Κόραξ Ἀπολλωνίου ἐτῶν λ οὐλὴ μήλῳ δεξιῷ
καὶ Πτολεμαῖος Πτολεμαίου ἐτῶν μ οὐλὴ ὀφρύι ἀριστερᾷ.
Πετεσοῦχος Ὥρου ὁμολογῶ πεπρακέναι
Πεκμήειτι Μεσουήριος τὸν ὑπάρχοντα μοι
μύλον θηβαϊκὸν σὺν τραπέζῃ καὶ κώπῃ
τοῦτον τοιοῦτον ἀναπόρριφον καὶ ἀπέχω τὴν
τιμὴν καὶ βεβαιῶ σοι πάσῃ βεβαιώσει
καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Κόραξ
Ἀπολλωνίου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.
Πεκμῆις Μεσοήριος ἠγόρακα καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ
Πτολεμαῖος Πτολεμαίου μὴ εἰδότος γράμματα. ἐντέτακται εἰς ἀναγραφὴν
διὰ τοῦ ἐν Καρανίδι γραφείου Φαρμοῦθι κϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.