Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.oxy.1.105 118 - 138Oxyrhynchos

Will via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 20764. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους[…]Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Τῦβι ιγ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἀγαθῇ τύχηι. τάδε διέθετο νοῶν καὶ φρονῶν Πεκῦσις Ἑρμοῦ τοῦ Πεκύσιος μητρὸς Διδύμης τῆς Φιλώτου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ· ἐφʼ ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν κατὰ τῶν ἐμῶν ἐξουσίαν […]καὶ μεταδιατίθεσθαι. ἐὰν δὲ ἐπὶ ταύτῃ τελευτήσω τῇ διαθήκῃ, κληρονόμον ἀπολείπω τὴν θυγατέρα μου Ἀμμωνοῦν μητρὸς Πτολεμᾶς, ἐὰν ζῇ, εἰ δὲ μή, τὴν ταύτης γενεάν, τῶν ὑπαρχόντων μοι ἐπʼ ἀμφόδου Κρητικοῦ μερῶν κοινωνικῆς οἰκίας καὶ αὐλῆς καὶ καμαρῶν. τὰ δὲ ὑπʼ ἐμοῦ ἀπολειφθησόμενα σκεύη καὶ ἔπιπλα καὶ ἐνδομενείαν καὶ εἴ τι ἄλλο ἐὰν ἔχω, πάντα καταλείπω τῇ τῶν μὲν ἐμῶν τέκνων μητρὶ ἐμοῦ δὲ γυναικὶ Πτολέμᾳ, ἀπελευθέρᾳ Δημητρίου Ἑρμίππου, ἐπὶ τῷ αὐτὴν ἔχειν ἐπὶ τὸν τῆς ζωῆς αὐτῆς χρόνον τὴν χρῆσιν καὶ ἐνοίκησιν καὶ ἐνοικίων ἀποφορὰν τῶν μερῶνοἰκίας καὶ αὐλῆς καὶ καμαρῶν. ἐὰν δὲ συμβῇ τὴν Ἀμμωνοῦν ἄτεκνον καὶ ἀδιάθετον τελευτῆσαι, ἔσται τὰ μέρη τῶν ἐνγαίων τοῦ ὁμομητρίου αὐτῆς ἀδελφοῦ Ἀντᾶτος, ἐὰν ζῇ, εἰ δὲ μή, […] καὶ μὴ ἐξεῖναι μηδενὶ ἄλλῳ παρεγχειρεῖν τοῖς ὑπʼ ἐμοῦ διατεταγμένοις, ἢ τὸν παραβάντα τι τούτων ἀποτίνειν τῇ θυγατρὶ μου καὶ κληρονόμῳ Ἀμμωνοῦτι ἐπιτίμου δραχμὰς χιλίας καὶ […] Πεκῦσις Ἑρμοῦ τοῦ Πεκύσιος καταλείπω μετὰ τελευτήν μου κληρονόμον τὴν θυγατέρα μου Ἀμμωνοῦν τῶν ἐπʼ ἀμφόδου Κρητικοῦ μερῶν οἰκίας καὶ αὐλῆς καὶ καμαρῶν· τῇ δὲ γυναικί μου Πτολέμᾳ καταλείπω πάντα τὰ σκεύη μου καὶ ἔπιπλα καὶ ἐνδομενείαν καὶ εἴ τι ἄλλο ἐὰν ἔχω, καὶ ἐφʼ ὅσον ζῇ τὴν ἐνοίκησιν τῶν μερῶν τῆς οἰκίας καὶ αὐλῆς καὶ καμαρῶν. ἐὰν δὲ ἡ Ἀμμωνοῦς ἄτεκνος καὶ ἀδιάθετος τελευτήσῃ, ἔστω τὰ μέρη τῶν ἐνγαίων τοῦ ὁμομητρίου αὐτῆς ἀδελφοῦ Ἀντᾶτος ὡς πρόκιται. εἰμὶ ἐτῶν τεσσαράκοντα τεσσάρων , οὐλὴ τραχήλῳ ἐξ ἀριστερῶν, καὶ ἔστι μου ἡ σφραγὶςἌμμωνος.. Σαραπίων Σαραπίωνος τοῦ Διονυσίου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πεκύσιος διαθήκῃ, καὶ εἰμὶ ἐτῶν[…], οὐλὴ[…], καὶ ἔστι μου ἡ σφραγὶς Διονύσου. Ἑκάτων Σαραπίωνος τοῦ Ἑκάτωνος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πεκύσιος διαθήκῃ, καὶ εἰμὶ ἐτῶν[…], οὐλὴ[…], καὶ ἔστι μου ἡ σφραγὶς Σαράπιδος. Παποντὼς Διογένους τοῦ Παποντῶτος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πεκύσιος διαθήκῃ, καὶ εἰμὶ ἐτῶν[…], καὶ ἔστιν μου ἡ σφραγὶς Διὸς ἐπʼ ἀέτῳ. Ζωίλος Ζωίλου τοῦ Πανεχώτου τῶν ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πεκύσεος διαθήκῃ, καὶ εἰμὶ ἐτῶν τεσσαράκοντα ὀκτὼ , οὐλὴ πήχει ἀριστερῷ, ἡ δὲ σφραγίς μού ἐστιν[…]Ἁρποκράτου ἐπὶ κιβωρτωι. Ἡρᾶς ὁ καὶ Σάιος Ζηνᾶτος τοῦ Ἡρᾶτος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πεκύσιος διαθήκῃ, καὶ εἰμὶ ἐτῶν[…], οὐλὴ ἀντικνημίωι δεξιῶι, καὶ ἔστι μου ἡ σφραγὶς προτομὴ φιλοσόφου. Διονύσιος Διονυσίου τοῦ Διογένους ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Πεκύσιος διαθήκῃ, καὶ εἰμὶ ἐτῶν τεσσαράκοντα ἕξ , οὐλὴ παρὰ κρόταφον δεξιόν, καὶ ἔστι μου ἡ σφραγὶς Διονυσοπλάτωνος. μνημονείου Ὀξυρύγχων πόλεως. ἔτους[…]Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Τῦβι ιγ. […]διαθήκη Πεκύσιος Ἑρμοῦ τοῦ Πεκύσιος μητρὸς Διδύμης Φιλώτου ἀπʼ Ὀξυρύγχων πόλεως.

Connections

Found at Oxyrhynchus

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.