no image
DDbDP-text
Notification through the Archidicastes via HGV-meta
Linked by Trismegistos ID
TM 21773.
Each record below describes this same artifact or text from a different angle.
Φωκίωνι στρατηγῷ Ὀξυρυγχίτου
παρὰ Πτολεμαίου Ἡρώδου μητρὸς[…]
ἀπʼ Ὀξυρύγχων πόλεως. οὗ ἐπόρισα ἐκ
τοῦ καταλογείου χρηματισμοῦ ἐστιν ἀντίγραφον· Κέλερ ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς
Ὀξυρυγχείτου στρατηγῷ χαίρειν. τοῦ δεδομένου
ὑπομνήματος ἀντίγραφον μεταδοθήτω ὡς
ὑπόκειται. ἔρρωσο. ἔτους κβ Αὐτοκράτορος Καίσαρος
Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ
Εὐσεβοῦς μηνὸς Ἁδριανοῦ[…]
σεσημείωμαι. Σαραπίων Ε…[…]γραμματεὺς καταλογείου. Κέλερι Σωτίωνος γενομένου ὑπομνηματογράφου υἱῷ γενομένῳ στρατηγῷ τῆς πόλεως ἱερεῖ ἀρχιδικαστῇ
καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν
καὶ τῶν ἄλλων κριτηρίων παρὰ Πτολεμαίου τοῦ Ἡρώδου μητρὸς Ι[…]ἀπʼ Ὀξυρύγχων
πόλεως. καθʼ ἣν πεποίημαι πρὸς Ἀμμων[…]
Διογένους μητρὸς Σινθοώνιος μετὰ κυρίου
τοῦ υἱοῦ Διογένους Θέωνος ἀπὸ τῆς αὐτῆς
πόλεως ὁμολογίαν τῷ ἐνεστῶτι κβ ἔτει ὡμολόγησεν παρακεχωρηκέναι μοι τὸ ὑπάρχον αὐτῇ περὶ κώμην […]ἐκ τοῦ Πολυκλείδου κλήρου πρότερον[…]
τῆς Διογένους γῆς κατοικικῆς σιτοφόρου σπορίμου ἐξ ὀρθογωνίου ἀρούρης ἕκτον ἢ ὅσον ἐὰν ᾖ ἐπὶ τὸ πλεῖον ἢ ἔλαττον κοινῆς οὔσης τῆς
ὅλης ἀρούρης μιᾶς πρὸς ε[…]
καὶ Πεμπὲμ ἀπο…[…]-
ήσιος καὶ ἄλλου, ἧς ὅλης γείτονες νότου καὶ βορρᾶ καὶ ἀπηλιώτου καὶ λιβὸς […],
τὰς δὲ τῆς συμπεφωνημένης πρὸς ἀλλήλους ἀρούρης ἕκτου ὡς πρόκειται τιμῆς
ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς
ἑκατὸν ἓξ αὐτόθι ἀπεσχηκέναι παρʼ ἐμοῦ
διὰ χειρὸς ἀριθμῷ πλήρεις καὶ τὴν γῆν βεβαιώσειν πάσῃ βεβαιώσει καθαρὰν ἀπὸ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς καὶ παντὸς εἴδους
καὶ ἀπὸ ἀπεργασίας καὶ ὑ[…]χωμάτων, ἔτι δὲ καὶ ἀπὸ δημοσίων τελεσμάτων πάντων τῶν ἔνπροσθεν χρόνων μέχρι συντελείας τοῦ διεληλυθότος πρώτου
καὶ εἰκοστοῦ ἔτους καὶ αὐτοῦ τοῦ πρώτου
καὶ εἰκοστοῦ ἔτους Ἀντωνίνου Καίσαρος
τοῦ κυρίου διὰ τὸ τὰ ἀπὸ τοῦ νῦν εἶναι ἐμοῦ τοῦ Πτολεμαίου, καὶ ἐπὶ τοῖς ἄλλοις
ἃ περιέχει ὑπὲρ προεργασίας. ἀξιῶ συντάξαι γράψαι τῷ τοῦ Ὀξυρυγχίτου στρατηγῷ μεταδοῦναι τούτου τὸ ἴσον τῇ Ἀμμων[…], ἐὰν
περιῆι, εἰ δὲ μή, κληρονόμοις αὐτῆς τελείοις
ὧν τὰ ὀνόματα ἐπὶ τῶν τόπων δηλωθήσεται ὡς καθήκει, ἵνα εἰδῶσι μένουσαν
κυρίαν τὴν ὁμολογίαν ἐφʼ οἷς περιέχει.
ὡς καθήκει. ἔτους κβ Αὐτοκράτορος Καίσαρος
Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ
Εὐσεβοῦς μηνὸς Ἁδριανοῦ[…]
καὶ τούτου ὄντος ἀξιῶ τὴν μετάδοσιν
γενέσθαι τῇ Ἀμμων[…]ὡς καθήκει.
ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου
Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς
Μεχείρ …[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.